De Praesagitione ex Pulsibus (Prognosis by Pulses)
Kühn 1825
γὰρ ὁ θώραξ διαστέλλεται, πλεῖστον δ’ οὐκ εἰσπνεῖται, καθάπερ
ὅτ’ ἄφρακτος ὁ πνεύμων ὑπῆρχεν. ἡ μὲν οὖν ἰδέα τῆς
ἀναπνοῆς ὁμοία τοῖς ῥεύμασιν ἅπασιν ὑπάρχει. τὸ πνίγεσθαι
δ’ οὐχ ὁμοίως ἅπασιν, ἀλλὰ τοῖς θερμοῖς ἅπασι μᾶλλον
ἕπεται, ἐπειδὴ πλείονος τῆς εἰσπνοῆς ἡ φύσις δεῖται τηνικαῦτα.
διὰ δὲ τὰς δυσκρασίας μόνας οὐδεὶς ἕπεται κίνδυνος
πνίξεως. καὶ τοῖς σφυγμοῖς δ’ αὐτοῖς ἐγγίνεταί τις ἑτέρα
διαφορὰ παρὰ τὰς ἔμπροσθεν εἰρημένας ἐν τῷ τὸ ῥεῦμα
ποτὲ μὲν εἰς αὐτὰς μόνας ἐμπίπτειν τὰς τραχείας ἀρτηρίας,
ποτὲ δ’ εἰς τὰς λείας τε καὶ τὰς φλέβας, ἢ καὶ τὰς μεταξὺ
χώρας αὐτῶν ἁπάσας μεταλαμβάνειν. ἐπὶ μὲν γὰρ ταῖς τραχείαις
ἀρτηρίαις μόναις πληρωθείσαις οὐδεμία κατὰ σκληρότητα
γίνεται μεταβολὴ τοῖς σφυγμοῖς· ἐπὶ δὲ ταῖς λείαις αἱ
καθ’ ὅλον τὸ ζῶον ἀρτηρίαι τεινόμεναι σκληρότερον ἐργάζονται
τὸν σφυγμόν. τὰ δ’ οἰδήματα τοσοῦτον ἐνδεῖ τοῦ
σκληρύνειν αὐτὸν ὥστε καὶ μαλακώτερον ἀποτελεῖν, διαβρέχοντα
μὲν ἐν τῷ χρόνῳ τοὺς χιτῶνας τῶν ἀρτηριῶν, τάσιν δ’
οὐδεμίαν ἐργαζόμενα, καθάπερ ἐπὶ τῶν φλεγμονωδῶν τε καὶ
σκιῤῥωδῶν ὄγκων ἔχει. μὴ τοίνυν ὀνόματα ζήτει ἀκούειν ἔτι
Work
Title: De Praesagitione ex Pulsibus
English: Prognosis by Pulses
Original: Περὶ προγνώσεως διὰ σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 205-430
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_075.xml [477 Kb]