De Praesagitione ex Pulsibus (Prognosis by Pulses)
Kühn 1825
τὴν συμμετρίαν τῆς ἐμφύτου θερμασίας τοῦ διαστέλλεσθαί
τε καὶ συστέλλεσθαι τὰς ἀρτηρίας καὶ τὴν καρδίαν.
ἥντινα δύναμιν οὔτ’ ἐν τοῖς φυτοῖς ἔστιν εὑρεῖν
οὔτ’ ἐν τοῖς ζώοις ὅσα ψυχρὰ, καθάπερ τά τ’ ὄστρεα καὶ
ὅσα προσπέφυκε πέτραις, ἤ τισιν ἄλλοις στερεοῖς σώμασιν.
ὅσα δὲ θερμὰ τῶν ζώων ἐστὶ, καὶ μάλιστα τὰ ἔναιμα, φανερωτάτην
τε καὶ σφοδροτάτην ἔχει τὴν τοιαύτην δύναμιν.
αὕτη μὲν οὖν ἐν ταῖς συστολαῖς τῶν σφυγμῶν ἀποχεῖ
τὸ λιγνυῶδες περίττωμα μόνον, ὅσον ἂν ἐμποδὼν ἵστηται
τῇ συμμετρίᾳ τῆς ἐμφύτου θερμασίας, ὥσπέρ γε καὶ
κατὰ τὰς διαστολὰς ἐπισπᾶται τὸ ἀναψῦχον αὐτήν. ἡ δὲ
ἑτέρα δύναμις ἡ θρεπτικὴ τό τ’ οἰκεῖον εἰς τὴν θρέψιν
ἕλκει καὶ τὸ ἄχρηστον ἐκκρίνει. διάφοροι μὲν οὖν αἱ ἀρχαὶ
τῶν δυνάμεών εἰσιν, ὡς καὶ τοῦτ’ ἐν τοῖς περὶ τῶν
Ἱπποκράτους τε καὶ Πλάτωνος ἐπιδέδεικται δογμάτων· ἐπιμίγνυται
δ’ ἀλλήλαις ἐν τοῖς κατὰ μέρος ὀργάνοις. αἱ γοῦν
ἀρτηρίαι καθόσον τρέφονται τῇ θρεπτικῇ διοικοῦνται δυνάμει,
καὶ ταύτης ἔργον ἐστὶν ἔκκρισις τῶν περιττωμάτων
Work
Title: De Praesagitione ex Pulsibus
English: Prognosis by Pulses
Original: Περὶ προγνώσεως διὰ σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 205-430
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_075.xml [477 Kb]