De Praesagitione ex Pulsibus (Prognosis by Pulses)
Kühn 1825
ἄρα καὶ ἥδε κατὰ τὸν αὐτὸν εἴρηται τρόπον, ἔτι δὲ πρὸς
τούτοις θυμός· αἱ δ’ ἔξωθεν οἶνός τε καὶ τροφαὶ καὶ
γυμνάσια μέτρια, καὶ προσέτι τὰ τὴν δυσκρασίαν ἐπανορθούμενα
τοῦ σώματος αὐτοῦ τῆς τε καρδίας καὶ τῶν ἀρτηριῶν
εἴτουν ἐδέσματα εἴτε πόματα, εἴτε καὶ φάρμακα
εἴη. καταλύουσι δὲ τὴν δύναμιν ἀσιτίαι τε καὶ ἀγρυπνίαι
καὶ φροντίδες καὶ λῦπαι καὶ κενώσεις ἄμετροι διὰ γαστρὸς,
ἢ οὔρων, ἢ ἐμέτων, ἢ μήτρας, ἤ τινος αἱμοῤῥαγίας,
καὶ αἱ σφοδραὶ τῶν ὀδυνῶν, ἢ μετά τινος ἰδιότητος γινόμεναι,
καθάπερ ἡ καὶ στομαχικὴ καλουμένη διάθεσις, ἐφ’ ᾗ
συγκόπτονται. ἔτι τε πρὸς τούτοις ἅπανθ’ ὅσα δυσκρασίαν
ἐργάζεται κατὰ τὴν καρδίαν, ἢ τὰς ἀρτηρίας, εἴτουν
ἐν τῷ σώματι περιεχόμενα, τὰ μὲν ἐν ὑγροῖς, τὰ δ’ ἐν
τοῖς στερεοῖς, εἴτε καὶ τούτων ἔξωθεν προηγούμενα. καὶ
ταῦτα σύμπαντα καταλύει τὴν δύναμιν ἀμέτρως ὑγραίνοντα
καὶ ξηραίνοντα καὶ θερμαίνοντα καὶ ψύχοντα καὶ
διαφοροῦντα. ὅσαι δὲ αἰτίαι προηγούμεναί τε καὶ προκατάρχουσαι
τὸν σφυγμὸν ἐργάζονται σκληρότερον, εἴρηνται
πρόσθεν ἐν τῷ περὶ τοῦ μακροῦ τε ἅμα καὶ στενοῦ καὶ
Work
Title: De Praesagitione ex Pulsibus
English: Prognosis by Pulses
Original: Περὶ προγνώσεως διὰ σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 205-430
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_075.xml [477 Kb]