De Praesagitione ex Pulsibus (Prognosis by Pulses)
Kühn 1825
καὶ ὅσοι κατὰ τὰς πλησίον αὐτῆς ἀρτηρίας τε καὶ φλέβας,
ἐλάττων αὐτῶν φαίνοιτο κατὰ τὴν ἰσχὺν, ὅπερ οὐδὲν ἄλλ’
ἐστὶν ἢ τὸ πρὸς τὴν δύναμιν πλῆθος. ἐν γὰρ ταῖς τοιαύταις
διαθέσεσιν ἀνωμαλία τις ἐξ ἀνάγκης συνυπάρξει τοῖς
μικροῖς καὶ ἀμυδροῖς σφυγμοῖς. ἔνθα δ’ ἀῤῥωστεῖ μόνον ἡ
τῆς καρδίας δύναμις, οὐ μὴν βαρύνεταί γε πρὸς τῶν χυμῶν,
ἐνταῦθα μικροὶ καὶ ἀμυδροὶ πάντως εἰσὶν οἱ σφυγμοὶ διὰ
τὴν ἀτονίαν τῆς δυνάμεως, ἀνωμαλία δ’ οὐδεμία σύνεστιν
αὐτοῖς, εἰ μή ποτε ἄρα καὶ αὐτὸ τῆς καρδίας τὸ σῶμα δυσκρασίαν
ἀνώμαλον ἐπιδέξεται, περὶ ἧς ὀλίγον ὕστερον εἰρήσεται.
νυνὶ δ’ ἐπὶ τοὺς διαλείποντας ἐπάνειμι, παρακειμένους
μὲν τοῖς ἀραιοτέροις, διοριζομένους δ’ αὐτῶν τῷ ῥυθμὸν
ὅλον ἀπολωλεκέναι σφυγμοῦ κατὰ τοὺς διαλείποντας. εἰ δὲ
μὴ μόνον ἑνὸς σφυγμοῦ χρόνον ἡσυχάσειεν, ἀλλὰ καὶ πλέονα,
σαφέστερόν τ’ ἂν ὁ τοιοῦτος διαλείπων φαίνοιτο καὶ κινδυνωδέστερος
εἰς τοσοῦτον ἔσται τοῦ πρόσθεν εἰς ὅσον ἂν ἐπὶ
πλέον ἡσυχάζῃ. ὥστε οὐκ οἶδα εἴ τινα σωθῆναι δυνατόν
ἐστι δυοῖν σφυγμῶν χρόνον ἡσυχαζούσης τῆς ἀρτηρίας. ἑνὸς
δὲ σφυγμοῦ χρόνον ἢ καὶ βραχεῖ πλέον πολλάκις ἐθεασάμεθα,
Work
Title: De Praesagitione ex Pulsibus
English: Prognosis by Pulses
Original: Περὶ προγνώσεως διὰ σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 205-430
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_075.xml [477 Kb]