De Praesagitione ex Pulsibus (Prognosis by Pulses)
Kühn 1825
μόρια τῶν θερμῶν, ἀνάγκη τὴν πρώτην ἐνέργειαν ἐλάττονά
τε καὶ βραδυτέραν γίνεσθαι, καὶ μὲν δὴ καὶ τὴν ἡσυχίαν ἐν
τούτοις κρατοῦσι μακροτέραν ἢ εἴπερ ἐκράτει τὰ θερμά. καὶ
τοίνυν καὶ ἡ δευτέρα τῆς καρδίας ἐνέργεια τῶν ψυχρῶν κρατούντων
γινέσθω, καὶ μετ’ αὐτὴν αὖθις ἡσυχία. καὶ τρίτη
γε καὶ τετάρτη πρὸς ταύτας ἐνέργειά τε καὶ ἡσυχία κατὰ τὰ
ψυχρὰ νικῶντα συντελείσθω, ἆρ’ οὐ πρόδηλον ὡς τὰ θερμότερα
μόρια τὰ μείζονός τε ἅμα καὶ θάττονος καὶ πυκνοτέρας
δεόμενα τῆς κινήσεως ἐνδεῶς ἀπολαύσει τῆς ἑαυτῶν
χρείας; ὥστε ἐν τούτῳ θερμότερα γενήσεται καί τι καὶ τοῖς
ὁμιλοῦσι μεταδώσει θερμότητος. οὐκοῦν ἔτι φυλαχθήσεται
τῆς καρδίας ἡ ἐξ ἀρχῆς διάθεσις, εἴπερ καὶ πλείω γενήσεται
τὰ θερμότερα μόρια καὶ μᾶλλον ἢ πρόσθεν θερμά. τούτου
τοίνυν ἀεὶ συμβαίνοντος, ἔσται ποτὲ χρόνος ἐν ᾧ καὶ αὐτὰ
κρατήσει τῶν ἐναντίων, ὥστε καὶ πρωϊαίτερον ἐπὶ τὴν ἐνέργειαν
ἐξορμῆσαι, διὰ τὴν τῆς χρείας ἔπειξιν, αὐτήν τε τὴν
κίνησιν ποιήσασθαι θάττονά τε καὶ μείζονα τῶν ἔμπροσθεν
ἁπασῶν κινήσεων, ὧν ἡγεῖτο τὰ ψυχρά. συμβήσεται τοιγαροῦν
ἐν τούτῳ τὰ μὲν κρατοῦντα συμμέτρως ἀπολαύειν
Work
Title: De Praesagitione ex Pulsibus
English: Prognosis by Pulses
Original: Περὶ προγνώσεως διὰ σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 205-430
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_075.xml [477 Kb]