De Praesagitione ex Pulsibus (Prognosis by Pulses)
Kühn 1825
ἐμψύξεως, ὅσα δ’ ἦν ψυχρότερα, πλέον ἤδη καταψύχεσθαι,
καὶ οὕτως μεταπεσεῖν αὖθις ἐν τῷ χρόνῳ τὴν διάθεσιν ὅλης
τῆς καρδίας, ὡς κρατῆσαι τὰ ψυχρότερα. τῶν μὲν γὰρ θερμοτέρων
ἱκανῶς ἀπολαυόντων ἐμψύξεως, τῶν δὲ ψυχροτέρων
αὐτῶν τε πλέον ἢ δεῖ ψυχομένων καὶ τὰ πλησιάζοντα
συγκαταψυχόντων, ἀναγκαῖον οὕτω γενέσθαι πλέονα τὰ ψυχρότερα·
πάλιν δ’ αὖ ἐν τούτῳ τῷ χρόνῳ τὴν κίνησιν ὅλης
τῆς καρδίας ἀναγκαῖον ἔσται κατὰ τὴν τοιούτων χρείαν τυπωθῆναι
καὶ γενέσθαι τὰς διαστολὰς αὐτῆς ἀραιὰς καὶ βραδείας
καὶ μικρὰς, οἷαί περ ὑπέκειντο γίνεσθαι κατ’ ἀρχάς.
ἅπερ οὖν ὀλίγον ἔμπροσθεν εἴρητο περὶ τῆς μεταπτώσεως αὐτῶν,
ταῦτα γοῦν λεγέσθω καὶ νῦν· ὡσαύτως καὶ ὅσα περὶ
τῆς εἰς τὴν ἐξ ἀρχῆς κατάστασιν ἐπανόδου λέλεκται πρόσθεν,
ἀναμνήσθητι νῦν. οὕτω γὰρ οἶμαί σε πεισθήσεσθαι περὶ
τῆς τῶν σφυγμῶν συνεχοῦς μεταπτώσεως ἄχρι περ ἂν ἡ
εἰρημένη δυσκρασία κατὰ τὴν καρδίαν παραμένῃ. κατὰ δὲ
τὸν αὐτὸν λόγον, ἐπειδὰν ἐν τῷ πλήθει τῶν λιγνυωδῶν
περιττωμάτων ἀνώμαλος ἡ δυσκρασία κατὰ τὸ σπλάγχνον
εἰς τὴν συστηματικὴν ἀνωμαλίαν καὶ ἡ τῶν
Work
Title: De Praesagitione ex Pulsibus
English: Prognosis by Pulses
Original: Περὶ προγνώσεως διὰ σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 205-430
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_075.xml [477 Kb]