De Praesagitione ex Pulsibus (Prognosis by Pulses)
Kühn 1825
ἀνωμαλίας τῆς καθ’ ἕνα σφυγμὸν, οὐκ ὀλιγάκις φαινόμενον,
οὐδ’ ἐπ’ ὀλίγων παθῶν, ἀλλ’ εἴπερ τι καὶ ἄλλο πολλάκις
τε καὶ ἐπὶ πολλῶν. εὑρίσκεται δὲ ἐν αὐτῷ τὸ ἐγγύτερον τῆς
ἀρχῆς μέρος τῆς ἀρτηρίας πρότερον κινούμενον. καὶ ὅ γε
κυματώδης τε καὶ ὁ σκωληκίζων σφυγμὸς ἐκ τούτου τοῦ γένους
εἰσὶν, ἐπὶ μαλακῇ μὲν ἀρτηρίᾳ, δυνάμει δ’ οὐκ εὐρώστῳ
συνιστάμενοι. ὁ μὲν οὖν σκωληκίζων οὐ μόνον οὐκ εὔρωστον,
ἀλλὰ καὶ καταλελυμένην ἐνδείκνυται τὴν δύναμιν, ὁ δὲ
κυματώδης ἐστὶν ὅτε μὲν αὐτὸ δὴ τοῦτο μόνον οὐκ εὔρωστον,
οὐ μὴν ἤδη γέ πω καταλελυμένην, ἔστι δ’ ὅτε καὶ τόνου μετρίου
μετέχουσαν, ἡνίκα μάλιστα κρίσιμον ἱδρῶτα προδηλοῖ.
εὑρίσκεται μὲν γὰρ ἐν ὑγροῖς τε καὶ σφυγματικοῖς νοσήμασιν,
ὅταν αὐτὰ τὰ στερεὰ σώματα μαλακὰ γένηται τῷ
πλήθει τῆς ὑγρότητος τεγχθέντα. συμβαίνει δὲ μάλιστα τοῦτο
κατὰ τὰ ληθαργικὰ πάθη καὶ τοὺς ἀμφημερινοὺς πυρετοὺς,
καὶ προσέτι τοὺς ἑλώδεις τε καὶ τυφώδεις ὀνομαζομένους.
καὶ δὴ καὶ βραδύτητα καὶ ἀραιότητα καὶ μέγεθος ἐν τοῖς
τοιούτοις ἅπασιν ὁ σφυγμὸς προσλαμβάνει. εἰ δὲ καὶ ὕψος
ἢ σφοδρότητά ποτε προσκτήσαιτο, κρίσιμον ἱδρῶτα δηλώσει·
Work
Title: De Praesagitione ex Pulsibus
English: Prognosis by Pulses
Original: Περὶ προγνώσεως διὰ σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 205-430
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_075.xml [477 Kb]