De Praesagitione ex Pulsibus (Prognosis by Pulses)
Kühn 1825
κατὰ τὸ πρότερόν γε καὶ ὕστερον μέρος τῆς ἀρτηρίας τοῦ χιτῶνος
κινουμένης γινομένην. οἱ κυματώδεις δὲ καὶ οἱ σκωληκίζοντες
καὶ τοῦτο μὲν ἔχουσιν, ἀλλὰ καὶ τὴν οἷον κυμάτων
περιγραφὴν ἐξ ἐπιμέτρου προσλαμβάνουσιν, εὑρίσκονται δ’
ἐν τοῖς ὑγροῖς, ὡς εἴρηται, πάθεσιν, ὅταν μήτε σκίῤῥος ᾖ
περὶ σπλάγχνον τι μήτε φλεγμονὴ, ἐπεί τοι κᾀν τοῖς ὑδέροις,
καὶ μάλιστα τοῖς ἀνασάρκα τε καὶ λευκοφλεγματίαις ὀνομαζομένοις
τοιοῦτος ἂν ἐφαίνετο διαπαντὸς ὁ σφυγμὸς, εἰ μὴ
διὰ τὸ σκιῤῥοῦσθαί τινα σπλάγχνα συνέβαινον οἱ ὕδεροι τὰ
πολλά. τοῖς γὰρ ἐξ αἱμοῤῥοΐδος ἐπισχέσεως ἢ καταμηνίων
ἐποχῆς ἐθεασάμεθα πολλάκις ἀκριβεῖς κυματώδεις τε καὶ σκωληκίζοντας
ἑπομένους σφυγμοὺς, ἐπειδὴ πολλάκις ἐν τοῖς τοιούτοις
ὑδέροις οὐδὲν τῶν σπλάγχνων σκιῤῥοῦται. οὐκοῦν,
ἀναληπτέον γὰρ αὖθις ἐπὶ κεφαλαίων τὸν λόγον, ὁ κυματώδης
σφυγμὸς ὑγρᾶς ἐστι καὶ μαλακῆς ἀρτηρίας ἔγγονος, ἅμα
δυνάμει καμνούσῃ μετρίως, ὁ δὲ σκωληκίζων ἀρτηρίας μὲν
μαλακῆς, ἀῤῥώστου δ’ ἱκανῶς δυνάμεως. διὰ τοῦτο γοῦν καὶ
χωρὶς πυρετῶν ὡς τὰ πολλὰ φαίνεται γινόμενος ἐπὶ κενώσεσι
Work
Title: De Praesagitione ex Pulsibus
English: Prognosis by Pulses
Original: Περὶ προγνώσεως διὰ σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 205-430
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_075.xml [477 Kb]