De Praesagitione ex Pulsibus (Prognosis by Pulses)
Kühn 1825
ἅπτοιο τῇ μὲν ἑτέρᾳ χειρὶ τῆς καρδίας, τῇ δὲ ἑτέρᾳ τῶν ἀρτηριῶν
τινος. αἱ μὲν γὰρ ἀρχαὶ τῶν κινήσεων ἅμα σοι φανοῦνται
γίνεσθαι. διαλλάξουσι δὲ μεγέθει καὶ τάχει καὶ σφοδρότητι
τηνικαῦτα. ἐνίοτε δὲ συμβαίνει καὶ τὸ μὴ δέχεσθαι
καθ’ ἕνα χρόνον ἁπάσας τὰς ἀρτηρίας τὴν ἐκ τῆς καρδίας
ἐπιῤῥέουσαν δύναμιν τοῦ σπλάγχνου, ἀλλὰ τὰς μὲν ἐγγυτέρω
τοῦ σπλάγχνου προτέρας, ὑστέρας δὲ τὰς ποῤῥώτερον. γίνεται
δὲ μάλιστα τὸ τοιοῦτον, ἐπειδὰν εἰς ἕνα χρόνον συνέλθοι
τάς τε ἀρτηρίας εἶναι ψυχροτέρας ἄτονόν τε τὴν καρδίαν.
ἐὰν δὲ καὶ αὐτῶν τῶν ἀρτηριῶν τὰ ποῤῥωτέρω τῆς ἀρχῆς μέρη
μᾶλλον ᾖ ψυχρὰ, καθάπερ ἐν ἐπισημασίαις τέ τισι καὶ τοῖς
λιπυρίαις συμβαίνει πυρετοῖς, οὐ μόνον ὑπάρξεται πρωϊαίτερον,
ἀλλὰ καὶ τὴν κίνησιν αὐτὴν θάττονά τε καὶ μείζονα
ποιήσεται τὰ τῆς καρδίας ἐγγυτέρω. καὶ μὲν δὴ ὁ τόνος ἐν
ταῖς τοιαύταις περιστάσεσιν ἀσθενὴς μὲν ἐν ἁπάσαις φαίνεται,
μᾶλλον δ’ ἐν ταῖς ποῤῥωτέραις, ὥστ’ ἐναργῶς εἶναι τὸν σφυγμὸν
ἐν αὐταῖς ἀμυδρότερον τοῦ κατὰ φύσιν τῶν ὑπερκειμένων.
συμβαίνει δέ ποτε καὶ κατὰ τὴν καρδίαν ἡ τοιαύτη τῶν
κράσεων ὑπεναντίωσις. ἐνίοτε μὲν γὰρ αὐτὸ τὸ σῶμα τοῦ
Work
Title: De Praesagitione ex Pulsibus
English: Prognosis by Pulses
Original: Περὶ προγνώσεως διὰ σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 205-430
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_075.xml [477 Kb]