De Praesagitione ex Pulsibus (Prognosis by Pulses)
Kühn 1825
κατειληφὼς τὸ σῶμα. δύο γὰρ δὴ ταῦτα γνωρίσματα τῶν
ἑκτικῶν πυρετῶν ἐστιν ἴδια, τό τε διαπαντὸς ὁμοίους ἑαυτοῖς
ὑπάρχειν αὐτοὺς, οὔτε εἰσβολὴν παροξυσμοῦ τινος οὔτ’ ἀνάβασιν
οὔτ’ ἀκμὴν οὔτε παρακμὴν οὐδεμίαν ἔχοντας, τό τε
μὴ γινώσκειν ὅτι πυρέττει τὸν κάμνοντα. γίνονται δ’ οἱ
τοιοῦτοι τῶν σφυγμῶν οὐκ ἐξ ἀνάγκης μὲν μείζονες τῶν κατὰ
φύσιν, ἐνίοτε δ’ οὐδὲ πυκνότεροι, θάττονες μέντοι πάντως.
καὶ ὀρθῶς ἄρα τοῦτο τοῖς πλείστοις τε καὶ ἀρίστοις τῶν ἰατρῶν
ἐπιστεύθη, τῶν πυρεττόντων τοὺς σφυγμοὺς ἀχώριστον
ἔχειν τὸ τάχος. ἀλλὰ περὶ μὲν τούτων καὶ αὖθις. ὅπερ
δὲ λέγοντες ἀπελίπομεν, ἐπειδὰν ὑπὸ σηπεδονώδους ποιότητος
ὁ εἰσπνεόμενος ἀὴρ μιανθῇ, καὶ ἅψηται τοῦ σώματος τῆς καρδίας
ἡ σηπεδὼν, οἱ τοιοῦτοι γίνονται σφυγμοί. καὶ οὐδὲν ἔτι
θαυμαστὸν οὔθ’ ὅτι τοὺς σφυγμοὺς ἔχουσιν ὁποίους εἰρήκαμεν
οἱ οὕτω λοιμώττοντες οὔθ’ ὅτι λοιμώδη τὴν ἀναπνοὴν
οὔθ’ ὅτι τεθνήξονται πάντως. τί γὰρ ἄκος εὑρεθείη τῆς ἐν
τῇ καρδίᾳ σηπεδόνος; ὡς ὅσοις γε τὸ σηπεδονῶδες τοῦτο θερμὸν
εἰς τοὺς ἐν ταῖς κοιλίαις ἐτράπετο χυμοὺς μᾶλλον ἤπερ
Work
Title: De Praesagitione ex Pulsibus
English: Prognosis by Pulses
Original: Περὶ προγνώσεως διὰ σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 205-430
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_075.xml [477 Kb]