De Praesagitione ex Pulsibus (Prognosis by Pulses)
Kühn 1825
ταῦτα τοῖς πλείστοις αὐτῶν, καὶ χροιᾷ καὶ συστάσει τοῖς
κατὰ φύσιν ἐοικότα. μύριοι τοιοῦτοι κατὰ τὸν πολυχρόνιον
λοιμὸν ὤφθησαν ἡμῖν, ἐφ’ ὧν ἦν θεάσασθαι τοὺς ἰατροὺς
ἰδιώταις ὁμοίους, ἐνίους δὲ καὶ πολὺ χείρους ἰδιώτου συνετοῦ.
καὶ πολλούς γ’ οὖν τῶν ἰδιωτῶν εἰ καὶ μηδὲν ἄλλο, τὴν γοῦν
ἐκπνοὴν τῶν καμνόντων ἐστὶν ἰδεῖν ἐπισκοπουμένους, καὶ εἰ
δυσώδης φαίνοιτο τὰ χείρω προσδοκῶντας. ἐκείνοις μὲν οὖν
ἐκ πείρας εὕρηται κατὰ τοὺς λοιμώδεις πυρετοὺς τὸ τοιοῦτον
γνώρισμα· σοὶ δ’ οὐκ ἐκ τῆς πείρας μόνον, ἀλλὰ κᾀκ τοῦ
λόγου φαινέσθω. συνεπισκοποῦνται δὲ δή που καὶ τὰ κατὰ
τὸ στόμα μόρια, καὶ εἰ βραχύ τι τῆς λοιμώδους ἐμφαίνοιτο
χρόας αὐτοῖς, ἀποφαίνονται λοιμώττειν τοὺς οὕτως
ἔχοντας. ἰατρῷ δέ γ’ οἶμαι μᾶλλον ἰδιώτου φαίνεσθαι καὶ
ταῦτα, τοῖς μὲν γὰρ ἐρυσιπελατώδης, τοῖς δ’ ὁμοία τοῖς
ἐσθιομένοις ἕρπησιν ἡ χρόα φανεῖται, διεσπαρμένη κατὰ
πλείονα μόρια τῆς κατ’ ἀρχὰς, ὡς οἶμαι. καὶ εἰ ἐπιβάλοι
τῷ θώρακι τὴν χεῖρα πεπειραμένος ἰατρὸς ἐν διαγνώσει
πυρετώδους θερμασίας, οὐδὲ αὐτὸν λαθεῖν ἐάσει
τὴν διάθεσιν. ἐπισκεπτέον δ’ οὐχ ἥκιστα καὶ τὰ οὖρα.
Work
Title: De Praesagitione ex Pulsibus
English: Prognosis by Pulses
Original: Περὶ προγνώσεως διὰ σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 205-430
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_075.xml [477 Kb]