De Praesagitione ex Pulsibus (Prognosis by Pulses)
Kühn 1825
ἢ ἄνθρωπος, τὸ ἦθος σκληρόν. ὅμοιον γὰρ ἐκείνῳ τοῦτο τὸ
περὶ πραγμάτων ὁρατῶν διαλεγόμενον, εἶτα λευκὸν μὲν εἰπόντα
μὴ συγχωρεῖν ἀκούειν οὕτως ὡς εἴθισται πᾶσιν, ἀλλ’
ἐπειδὴ πυρετούς τινας λευκοὺς αὐτὸς ὁ Ἀρχιγένης εἴρηκεν,
οὕτως ἀκούειν χρῆναι καὶ τὸ χρῶμα τὸ λευκόν. ὥσπερ οὖν
ὁ τοιοῦτος οὐκ ἂν δόξειε σωφρονεῖν, εἰ τὸ κυρίως ἐπὶ χρώματος
λεγόμενον ὄνομα μετάγειν ἐπ’ αὐτὸ κατὰ διττὴν μεταφορὰν
ἀπὸ τῶν οὐ κυρίως ἀξιώσειεν, οὕτως, οἶμαι, καὶ
ὅστις ἐπὶ σώματος ἁπτοῦ τὸν λόγον ποιούμενος, ἐκ μεταφορᾶς
κελεύσει τὸ σκληρὸν ὄνομα ἀκούειν. συμβαίνει γὰρ ἐν τοῖς
τοιούτοις ἅπασι λόγοις μηδὲν μανθάνειν τοὺς ἀκούοντας,
ὅταν εἴργωνταί τε τοῦ κυρίως λεγομένου, μηδέν τ’ ἄλλο νοῆσαι
δύνωνται. τί γὰρ ἄλλο τις νοήσειε χρῶμα τὸ λευκὸν ἀκούσας
ὄνομα τοῦ τε συνήθους εἰργόμενος ἀκούειν τε κελευόμενος
ἐκ τῆς τῶν λευκῶν πυρετῶν μεταφορᾶς; οὕτως οὖν
καὶ ὁ σκληρὸς σφυγμὸς ὑπὸ τοῦ Ἀρχιγένους εἰσαγόμενος
ἐφ’ ἁπτοῦ πράγματος, εἰ μὴ τὸ κύριον σημαίνει, τοῦτο
δὴ τὸ συνήθως ἅπασι λεγόμενον, ἀλλ’ ὡς ἐκεῖνος ἐκ μεταφορᾶς
τῆς τῶν οἴνων βούλεται, παντάπασιν ἀσαφής τε καὶ
Work
Title: De Praesagitione ex Pulsibus
English: Prognosis by Pulses
Original: Περὶ προγνώσεως διὰ σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 205-430
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_075.xml [477 Kb]