De Praesagitione ex Pulsibus (Prognosis by Pulses)
Kühn 1825
σκληρότερος ὁ σφυγμὸς ἔσται διὰ τὸ πλῆθος τῶν νεύρων, οὐ
μὴν οὕτω γε σκληρὸς ὡς ἐπὶ διαφράγματι. παμπόλλῳ γὰρ
ἀπολείπεται τοῦδε, καίτοι γ’ οὐκ ἀπολειπομένου τοῦ μορίου
τῷ μεγέθει τῶν νεύρων. ἀλλὰ διὰ μὲν ταῦτα τὰ νεῦρα τὸ
περιττὸν τῆς αἰσθήσεως ἔχει· μαλακὰ γάρ ἐστι καὶ μεγάλα
καὶ ἀπ’ αὐτῆς ἐκπέφυκε τῆς ἀρχῆς· διὰ δὲ τὸ τῆς τοῦ σώματος
οὐσίας σαρκοειδὲς ἀπολείπεται σκληρότητι τοῦ θ’ ὑπεζωκότος
καὶ τῶν φρενῶν. σύντονα γὰρ ἐκεῖνα τὰ μόρια καὶ
σκληρὰ καὶ πυκνὰ, διὸ καὶ τείνεται μᾶλλον εἰς ὄγκον αἰρόμενα.
καὶ τὰ νεῦρα δ’ αὐτῶν ὁμοίως αὐτοῖς τοῖς ὀργάνοις
σκληρὰ καὶ σύντονα, τὰ δὲ τῆς γαστρὸς, ὡς εἴρηται, μαλακά.
ταῦτά τοι σκληρότατοι μὲν ἐπὶ διαφράγματι καὶ ὑπεζωκότι,
καὶ διὰ τοῦτο καὶ μικροὶ γίνονται σφυγμοὶ, καὶ εἰ θερμασία
τις αὐτοῖς συνείη, καθάπερ ἐν φλεγμοναῖς τε καὶ πυρετοῖς,
εὐθὺς καὶ πυκνότατοι. κατὰ δὲ τὸ τῆς γαστρὸς στόμα σκληρὸς
μὲν οὐδέποθ’ οὕτως ὁ σφυγμὸς, ὅτι μήτ’ αὐτὰ τὰ νεῦρα
μήτε τὸ μόριον σύντονον, μικροὶ μέντοι καὶ πυκνοὶ πολλάκις
ἐπὶ τῷ περιττῷ τῆς αἰσθήσεως, ὅτι τάχιστα καμνούσης
Work
Title: De Praesagitione ex Pulsibus
English: Prognosis by Pulses
Original: Περὶ προγνώσεως διὰ σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 205-430
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_075.xml [477 Kb]