De Praesagitione ex Pulsibus (Prognosis by Pulses)
Kühn 1825
σώματος αἱ μεγάλαι δυσκρασίαι, καθ’ ὃν ἄν τινα τρόπον ἢ
αὐταὶ καθ’ ἑαυτὰς εὐθὺς ἐξ ἀρχῆς, ἢ δι’ ἕτερα σπλάγχνα πάθωσι,
κατάπτωσιν ἐπάγουσι τῆς ζωτικῆς δυνάμεως. οὕτω δὲ
καὶ τῆς ψυχικῆς δυνάμεως αἱ μὲν ἀῤῥωστίαι ταῖς ἐγκεφάλου
μεγάλαις ἕπονται δυσκρασίαις, αἱ δ’ οἷον πνίξεις ταῖς τε
πληρώσεσι τῶν κοιλιῶν αὐτοῦ καὶ ταῖς ἐμφράξεσι τῶν εἰς
αὐτὰς ἡκόντων πόρων. ὥσθ’ ὅστις ἀκριβῶς διαγινώσκει μέτρον
τε δυνάμεως καὶ τόπον πεπονθότα καὶ τὴν ἐν αὐτῷ
διάθεσιν, οὗτός ἐστιν ὁ προγνωστικώτατος τῶν ἐσομένων.
ὅπως μὲν οὖν χρὴ διαγινώσκειν τὰ πεπονθότα μόρια δι’ ἑτέρας
δεδήλωται πραγματείας· ὅπως δὲ καὶ τὰς διαθέσεις αὐτῶν
ἐν ἐκείνῃ τε συνεπιδέδεικται κᾀν τοῖς περὶ κρίσεων
οὐχ ἥκιστα, καὶ μέντοι κᾀν τῇδε τῇ πραγματείᾳ. λέλεκται δὲ
καὶ περὶ τῶν δυνάμεων ἐν πολλοῖς πολλάκις ὡς ἔκ τε τῶν
ἐνεργειῶν αὐτῶν ἡ διάγνωσις ἔκ τε τῆς τῶν ἐνεργούντων
δυσκρασίας. περὶ μὲν δὴ τῶν ἄλλων δυνάμεως ἐν ἑτέρῳ
διώρισται, περὶ δὲ τῆς τοὺς σφυγμοὺς ἐργαζομένης, ἣν δὴ
καὶ ζωτικὴν ὀνομάζομεν, εἴρηται μὲν καὶ ἐν τούτοις οὐκ ὀλίγα,
λεχθήσεται δὲ καὶ νῦν.
Work
Title: De Praesagitione ex Pulsibus
English: Prognosis by Pulses
Original: Περὶ προγνώσεως διὰ σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 205-430
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_075.xml [477 Kb]