Digital Corpus for Graeco-Arabic Studies

Galen: De Praesagitione ex Pulsibus (Prognosis by Pulses)

Kühn 1825

οὐδὲν μὲν οὔτε τὴν δύναμιν οὔτε τὰ ὄργανα βεβλαμμένος, ἐλάττονα δὲ τοῦ κατὰ φύσιν ἔχων τὸν σφυγμὸν, εἶτα καὶ τῷ τοιούτῳ μείζων γιγνέσθω χωρὶς τῆς ἔξωθεν κινήσεως, ἀληθὲς μὲν εἰπεῖν, ὅτι καὶ τῷδε πλέων ἡ θερμότης ἐγένετο τῆς ἔμπροσθεν, καὶ κατά γε τοῦτο κοινὴν ἀπόφασιν ἕξει τῇ δὶς ἤδη προειρημένῃ. τὸ δ’ ἴδιον αὐτῆς ἔσται τὸ μὴ ἐκ μικροτέρου μόνον τοῦ σφυγμοῦ γεγονέναι τὴν εἰς τὸ μέγεθος ἐπίδοσιν, ἀδύνατον γὰρ ἄνευ τοῦ καὶ βραδύτερον καὶ ἀραιότερον γενέσθαι, μικρότερον ἀπεργασθῆναί ποτε τοῦ κατὰ φύσιν αὐτὸν, ἀλλὰ μηδὲ μείζονα μόνον οἷόν τε γενέσθαι χωρὶς τοῦ θάττονά τε καὶ πυκνότερον. ὅτι γὰρ ἡ τοιαύτη διάθεσις, ἐν ᾗ μικρότερος ὁ σφυγμὸς τοῦ κατὰ φύσιν ἐγένετο, σὺν ἀραιότητί τε καὶ βραδύτητι συνίσταται, τῷ μεμνημένῳ τῶν ἐν τῷ πρώτῳ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων εὔδηλόν ἐστι.

Μεταβάντες οὖν περὶ τῆς εἰς μικρότητα τροπῆς τῶν σφυγμῶν ἐπισκεψώμεθα· τρεῖς μὲν δὴ καὶ ταύτης εἰσὶν ἅπασαι διαφοραί. ἤτοι γὰρ ἐκ τοῦ κατὰ φύσιν τε καὶ συμμέτρου προσαγορευομένου, ἢ ἐκ τοῦ μείζονος ἢ κατὰ τοῦτον, ἢ ἐκ τοῦ μικροτέρου τὰς εἰς μικρότητα συμβαίνει γίνεσθαι διαφοράς.

Work

Title: Galen: De Praesagitione ex Pulsibus
English: Prognosis by Pulses
Original: Περὶ προγνώσεως διὰ σφυγμῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Series: Claudii Galeni Opera Omnia

Volume: 9

Pages: 205-430

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_075.xml [477 Kb]