Digital Corpus for Graeco-Arabic Studies

Galen: De Praesagitione ex Pulsibus (Prognosis by Pulses)

Kühn 1825

ἔσται τοῦ πρόσθεν. ὁμοίως δὲ καὶ ἡ ἐκ τοῦ συμμέτρου πρὸς τὸν ἐλάττονα τροπὴ καὶ ἡ ἐκ τούτου πάλιν ἐπὶ τὸν ἔτι μικρότερον ἀλλοίωσις εὐθέως καὶ ἀραιότερον ἑαυτοῦ καὶ βραδύτερον ἐργάζεται τὸν σφυγμόν. συμμετρίαν γάρ τινα διαστολῆς σφυγμὸς κέκτηται κατὰ φύσιν ἐχόντων, ἣν ἀπόλλυσι μὲν ἐξ ἀνάγκης, ἄν τε θερμότερον ἄν τε ψυχρότερον ἑαυτοῦ γένηται τὸ σῶμα. οὐ μὴν ὅ γε τῆς ἀπωλείας τρόπος ὁ αὐτός. ἐν μὲν γὰρ τῷ θερμαίνεσθαι τὸ μέγεθος ἐναργῶς πρῶτον, εἶτα τὸ τάχος, εἶθ’ ἡ πυκνότης αὐτῷ προσγίνεται. ψυχομένων δ’ ἔμπαλιν ἀραιότης μὲν ἐναργὴς πρώτη, δευτέρα δὲ βραδύτης, μικρότης ἐσχάτη. λέλεκται δ’ ὑπὲρ αὐτῶν ἱκανῶς ἐν τῷ πρώτῳ τῶν ἐν σφυγμοῖς αἰτίων. οὔκουν ἔτι χρὴ μηκύνειν περί γε τούτων, ἀλλ’ ἐπὶ τὰ συνεχῆ τοῦ λόγου μεταβάντας ἑξῆς τοῖς εἰρημένοις διορίζεσθαι τὰς τὴν ψύξιν ἐργασαμένας αἰτίας, τοσαύτας κατὰ γένος οὔσας ὅσαι περ αἱ θερμαίνουσαι. καὶ γὰρ ἀὴρ ψυχρὸς ἔξωθεν προσπεσὼν, ὥσπερ οὖν καὶ ὕδωρ ψυχρὸν, ἢ λουτρὸν, ἢ φάρμακον ἐπαλειφθὲν τῷ σώματι ψύχει, ἢ καὶ μακρά τις ἡσυχία καὶ οἷον

Work

Title: Galen: De Praesagitione ex Pulsibus
English: Prognosis by Pulses
Original: Περὶ προγνώσεως διὰ σφυγμῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Series: Claudii Galeni Opera Omnia

Volume: 9

Pages: 205-430

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_075.xml [477 Kb]