De Praesagitione ex Pulsibus (Prognosis by Pulses)
Kühn 1825
φωλεία ψυχρότερον ἐργάζεται τὸ σῶμα· καὶ τῶν εἴσω μεταλαμβανομένων,
ὅτ’ ἂν ἀναπνεόμενος ἀὴρ ψυχρὸς ὢν, καὶ
τροφὴ φλεγματώδης καὶ φάρμακόν τι φύσει ψυχρὸν, ὕδατός
τε ψυχροῦ χρῆσις ἄμετρος· ἔκ τε τῶν παθῶν τῆς ψυχῆς
ὁ πολυχρόνιος φόβος, ἔκ τε τῶν ἐν τῷ σώματι περιεχομένων
χυμῶν ὅσοι ψυχροὶ τὴν κρᾶσιν ἡσυχάζοντες πρότερον ἐκινήθησαν
νῦν, ἢ ὅλως ἰσχνότεροί πως ἐγένοντο τῶν θερμῶν.
διορίζεσθαι δ’ αὐτὰ κατὰ μέρος ἀνάλογον τοῖς εἰρημένοις
εἴη ἐπὶ τῶν θερμαινόντων αἰτίων. δὶς γὰρ ὑπὲρ τῶν ὁμοίων
λέγειν οὐκ ἀναγκαῖον. ἡ μὲν δὴ κατὰ μέγεθός τε καὶ μικρότητα
τροπὴ τῶν σφυγμῶν ὑπὸ τοιούτων τε καὶ τοσούτων
αἰτίων ἀποτελεῖται, πρὸς γοῦν τὴν φύσιν αὐτοῦ τοῦ πράγματος,
ἐπεὶ πρός γε τὴν ἡμετέραν διάγνωσιν ἔτ’ ἐνδεῖ, πολλάκις
γὰρ ἡ μὲν ἀρτηρία διαστέλλεται μέγιστον, ὅσον ὑπ’ αὐτῇ, ἀποκρύπτεται
δ’ ἢ κωλύεται τὸ μέγεθος τῆς διαστολῆς διὰ τὸ πλῆθος,
ἢ τὸ τάχος, ἢ τὴν σκληρότητα τῶν περικειμένων, ἢ προκειμένων
σωμάτων. αὕτη μὲν γὰρ ἡ οὐσία τῶν μεγάλων τε
καὶ μικρῶν σφυγμῶν κατὰ τὸν κύκλον τῆς ἀρτηρίας συνίσταται,
Work
Title: De Praesagitione ex Pulsibus
English: Prognosis by Pulses
Original: Περὶ προγνώσεως διὰ σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 205-430
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_075.xml [477 Kb]