De Praesagitione ex Pulsibus (Prognosis by Pulses)
Kühn 1825
τοῦ μήκους ἴσου φυλαττομένου διὰ παντὸς, οὐ μὴν φαίνεταί γ’ ἴσον, ἀλλ’ ἀποκρύπτεταί τι μέρος αὐτοῦ. καὶ λέλεκται μὲν οὖν ἤδη περὶ τούτου κᾀν τῷ δευτέρῳ τῶν ἐν σφυγμοῖς αἰτίων. εἰρήσεται δὲ καὶ νῦν ὅσον εἰς τὰ παρόντα χρηστὸν ἀναμνήσεως ἕνεκεν.
Τῆς ἀρτηρίας τὸ μὲν ὕψος ἀναλόγως ἀεὶ τῷ πλάτει διαστέλλεται. κατακρύπτεται δὲ ἢ κωλύεται πολλάκις ὑπὸ τῶν περικειμένων τε καὶ προσκειμένων σωμάτων ἤτοι σύμπασα ἡ κίνησις ἢ μοῖρά γέ τις αὐτῆς, καὶ τοῦτο τὸ κωλυόμενον ἤτοι κατὰ τὸ βάθος μᾶλλον, ἢ κατὰ τὸ πλάτος, ἢ κατὰ τὸ συναμφότερον ὡσαύτως φαίνεται. ὅταν μὲν οὖν ἀδιάγνωστος ὡς πρὸς τὴν ἡμετέραν ἁφὴν ἡ κίνησις ᾖ, καθ’ ὅλον μὲν τὸ ζῶον συμβάντος τούτου, ὡς μηδαμόθι μηδεμίαν ἀρτηρίαν φαίνεσθαι κινουμένην, ἀσφυξία τὸ πάθημα προσαγορεύεται, κατὰ μὲν τὴν ἀλήθειαν οὐδέποτε ἐν ζῶντι σώματι γινομένη, κινεῖται γὰρ ἡ καρδία διαπαντὸς ἅμα ταῖς ἀρτηρίαις ἁπάσαις, ὡς μέντοι πρὸς τὴν ἡμετέραν ἁφὴν ἔξωθεν ἐπιβαλλομένην πολλάκις εὑρισκομένη. πρόκεινται γὰρ
Work
Title: De Praesagitione ex Pulsibus
English: Prognosis by Pulses
Original: Περὶ προγνώσεως διὰ σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 205-430
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_075.xml [477 Kb]