De Praesagitione ex Pulsibus (Prognosis by Pulses)
Kühn 1825
δὴ τοῦ τῶν ἀρτηριῶν σώματος πάντως μὲν ὑμένες τέ τινες
καὶ δέρμα, πολλαχόθι δὲ καὶ πιμελὴ καὶ σὰρξ ὑφ’ ὧν οὐ μόνον
ἀποκρύπτεσθαι τὸν σφυγμὸν, ἀλλὰ καὶ κωλύεσθαι συμβαίνει.
τελέως μὲν οὖν ἀποκρυπτομένης τῆς κινήσεως, εἰ μὲν
ἐν ἅπασι τοῖς μέρεσι τῶν ἀρτηριῶν ἁπασῶν τοῦτο συμβαίνῃ,
τὸ πάθος ἀσφυξίαν ὀνομάζουσιν, εἰ δὲ κατὰ μὲν τινὰ μέρη
φαίνοιτο κινούμενα, τὰ δὲ μὴ, κατὰ τὸ μῆκος ἐν τούτῳ διαφορὰν
ἴσχουσιν οἱ σφυγμοί. καὶ δὴ καὶ καλοῦνται μακροὶ
μὲν οἷς ἂν τὸ τῆς αἰσθητῆς κινήσεως μῆκος ὑπὲρ τὸ κατὰ
φύσιν, βραχεῖς δὲ οἷς ἂν ἔλαττον τοῦ κατὰ φύσιν, οἷς δ’
ἴσον τῷ κατὰ φύσιν σύμμετροι. τοσοῦτον γὰρ ἀεὶ φαίνεται
τῆς κινήσεως τῶν ἀρτηριῶν ὅσον ἐπιτρέπει τὰ προβεβλημένα
σώματα. καὶ διὰ τοῦτο τοῖς μὲν παχέσι βραχεῖς οἱ
σφυγμοὶ, τοῖς δ’ ἰσχνοῖς μακροὶ, καθάπερ καὶ τοῖς εὐσάρκοις
τε καὶ συμμέτροις σύμμετροι φαίνονται. καὶ αὐτῆς μέντοι
τῆς φαινομένης κινήσεως οὐκ ἀεὶ ὁμοίως κωλύεται τῷ
βάθει τὸ πλάτος, ἀλλ’ ἐπειδὰν μὲν αἱ κατὰ τὰ πλάγια χῶραι
τῶν ἀρτηριῶν ἤτοι πιμελῆς, ἢ σαρκὸς, ἢ ἀτμῶν, ἢ ὑγρῶν
Work
Title: De Praesagitione ex Pulsibus
English: Prognosis by Pulses
Original: Περὶ προγνώσεως διὰ σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 205-430
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_075.xml [477 Kb]