De Praesagitione ex Pulsibus (Prognosis by Pulses)
Kühn 1825
ὦσι πλήρεις, τὸ δ’ ἐπικείμενον ἄνωθεν δέρμα καὶ μηδὲν αὐτὰς
βαρύνῃ, τοῦ πλάτους ἡ κίνησις ἀμαυροῦται μόνον, καὶ
μᾶλλον, εἰ σφοδρὸς ὁ σφυγμὸς εἴη καὶ μέγας ὅσον ἐφ’ ἑαυτῷ.
ἐπειδὰν δὲ καθαραὶ μὲν αἱ παρακείμεναι χῶραι, ῥυσσὸν
δ’ ᾖ τὸ ἐπικείμενον αὐταῖς δέρμα, τοῦ βάθους ἡ κίνησις ἐν
τῷ τοιούτῳ σώματι πλέον ἀφανίζεται, καὶ μᾶλλον, εἰ μήτε
σφοδρὸς εἴη ὁ σφυγμὸς καὶ μέγας ὅσον ἐφ’ ἑαυτῷ. ὅταν
οὖν εὕρῃς μακρότερον τοῦ κατὰ φύσιν σφυγμὸν, εἰ μὲν καὶ
τὸ πλάτος αὐτοῦ καὶ τὸ βάθος εἴη συνηυξημένον, ἐπισκέπτου
πότερον ὁ ἄνθρωπος ἰσχνότερος ἑαυτοῦ γέγονεν,
ἢ θερμότερος, ἀφωρισμένης τῆς ἐπικτήτου κινήσεως. εἰ μὲν
γὰρ ἰσχνότερος εἴη γεγενημένος, εἰ μὲν ἐπὶ τοσοῦτον ἐφ’
ὅσον καὶ ὁ σφυγμὸς μείζων, ἓν τοῦτο μόνον ἠλλοίωσεν αὐτὸν,
εἰ δ’ ἐπ’ ἔλαττον, οὐ μόνον τοῦτ’ ἐστὶν αἴτιον, ἀλλὰ
καὶ θερμότης, εἰ δ’ ἐν αὐτῷ μένοι τὰ τῆς τοῦ σώματος σχέσεως,
ἡ θερμότης ηὔξηται μόνον, εἰ δὲ καὶ παχύτερος εἴη γεγονὼς,
διπλάσιον ηὐξῆσθαι λογίζου τὴν θερμότητα. τὸ δ’
ὑπὸ τίνος αἰτίας ηὔξηται διορίζεσθαι τοῖς ἔμπροσθεν εἰρημένοις.
εἰ μέντοι μακρότερος ὁ σφυγμὸς εἴη γεγονὼς καὶ
Work
Title: De Praesagitione ex Pulsibus
English: Prognosis by Pulses
Original: Περὶ προγνώσεως διὰ σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 205-430
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_075.xml [477 Kb]