De Praesagitione ex Pulsibus (Prognosis by Pulses)
Kühn 1825
κατωτέρω τε καὶ κατ’ αὐτὸν τὸν καρπὸν ἀθρόον εἰς τὸ βάθος
ἐνδύεσθαι. τοῖς τοιούτοις οὖν ἀνθρώποις οὐ νοσοῦσι
μόνον, ἀλλὰ καὶ ὑγιαίνουσιν ὁ σφυγμὸς φαίνεται μύουρος,
ἄνω μὲν ὡς πρὸς τὸν πῆχυν ἔχων τὸ στενώτερον, ἐν δὲ τοῖς
κάτω τε καὶ πρὸς τὸν καρπὸν ὅσον εὐρύτερον. εὔδηλοι δέ
εἰσιν οἱ γράψαντες ὑπὲρ τῶν τοιούτων σφυγμῶν ὡς νοσωδῶν
οὐ προσεσχηκότες τῷ πράγματι τὴν διάνοιαν ἀκριβῶς
ἔκ τε τῶν ἄλλων ὧν γράφουσι κᾀκ τοῦ μηδ’ ὅ τι σημαίνουσι
προσγράψαι τῷ λόγῳ. πρόδηλον γὰρ ὡς οὐδὲν εὗρον ἐξαίρετον
ὑπ’ αὐτῶν σημαινόμενον, ἐπὶ φυσικῇ διαπλάσει τοιούτων
γινομένων, οὐ νοσώδει διαθέσει. διὸ καὶ πολλάκις εἴρηταί
μοι πρὸς τὰς διαγνώσεις τῶν σφυγμῶν οὐδὲν οὕτως εἶναι
χρήσιμον ὡς τὸ γινώσκειν ὁποῖός τίς ἐστιν ἑκάστῳ φύσει
σφυγμός. καὶ γὰρ οὖν καὶ ἄλλαι τινὲς ἀρτηρίαι ταῖς εἰρημέναις
ἔμπαλιν ἔχουσιν, ὡς ἐν μὲν τοῖς ἄνω μέρεσιν ὑπὸ τῷ δέρματι
μόνῳ τετάχθαι γυμνῷ, κατωτέρω δ’ ἐρχόμεναι πρὸς τὸν καρπὸν
εἰς τὸ βάθος καταδύεσθαι. καὶ διὰ τοῦτο καὶ τούτων
ὁ σφυγμὸς φαίνεται μύουρος. ἑτέρων δέ γε φύσει περινενευκώς
Work
Title: De Praesagitione ex Pulsibus
English: Prognosis by Pulses
Original: Περὶ προγνώσεως διὰ σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 205-430
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_075.xml [477 Kb]