De Praesagitione ex Pulsibus (Prognosis by Pulses)
Kühn 1825
φαίνοντο τὰ τῆς πυκνότητος ἐπιτετάσθαι, συναιρεῖσθαι λογιστέον
τὴν ὄντως ἡσυχίαν. ἐφ’ ὧν μὲν οὖν ἀμυδρότερος ὁ
σφυγμὸς ἐγένετο κατὰ τὸν τῆς διαγνώσεως καιρὸν, ὡς εἴρηται,
λογιστέον. ἐφ’ ὧν δ’ ὡσαύτως ἔχει τόνου, σαφεστάτη διάγνωσις
ἐπὶ τούτων ἐστὶ καὶ τῆς ἐντὸς ἡσυχίας, ὡς λέλεκται,
σκοπουμένοις. ὅταν οὖν ποθ’ ὁ σφυγμὸς ἄτρεπτος μὲν ὢν
τἄλλα θάττων γένηται κατὰ τὴν συστολὴν, ἀρχῆς παροξυσμοῦ
σημεῖον ἀχώριστον τίθεσο. γίγνεται δ’ εὐθὺς τοιοῦτος
σφυγμὸς καὶ πυκνότερος κατὰ τὴν ἐκτὸς ἡσυχίαν, ἐπειγομένης
τῆς φύσεως ἀποτρίψασθαι τὸ καπνῶδες περίττωμα, διὸ θᾶττον
συνεστέλλετο. κατὰ μὲν οὖν τὴν πρώτην ἀρχὴν τῆς
γενέσεως αὐτοῦ τῷ τάχει τῆς συστολῆς μόνον ὁ σφυγμὸς
παραλλάττων φαίνεται τοῦ πρόσθεν, ὀλίγῳ δ’ ὕστερον καὶ
πυκνοῦσθαι κατὰ τὴν ἐκτὸς ἠρεμίαν, πρωϊαίτερον ἀρχομένης
συστέλλεσθαι τῆς ἀρτηρίας. τοῖς δ’ ἐφημέροις πυρετοῖς οὐχ
ὑπάρχει τοῦτο, διὰ τὸ χωρὶς σήψεως γίγνεσθαι χυμῶν. οὐ
μὴν οὐδὲ τοῖς ἑκτικοῖς, ὅτι μηδὲ ἄρχονταί ποτε, πλὴν εἰ
συνέλθοι κατὰ τύχην ἑτέρα τις διάθεσις αὐτοῖς, ὥστ’ ἐφ’
ὧν ζητεῖται μάλιστα πυρετῶν ἡ ἀρχὴ τῶν παροξυσμῶν,
Work
Title: De Praesagitione ex Pulsibus
English: Prognosis by Pulses
Original: Περὶ προγνώσεως διὰ σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 205-430
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_075.xml [477 Kb]