De Praesagitione ex Pulsibus (Prognosis by Pulses)
Kühn 1825
οἴνου πόσεσιν. εἰ δὲ καὶ τῆς τῶν νεύρων ἀρχῆς ὁ οἶνος
ἅψαιτο, καὶ τείνονται παραπλήσιον τοῖς προδηλοῦσι τὸν
σπασμόν. ἐπὶ δὲ ταῖς φλεγμοναῖς ἄνευ τῆς τοῦ χιτῶνος οἰκείας
σκληρότητος τείνονται, καὶ καλεῖται μὲν καὶ τότε σκληρὸς
ὁ σφυγμὸς διὰ τὸ τῆς πληγῆς βίαιον, οὐ μὴν ἐσκλήρυνταί
γε κατὰ τὸν ἑαυτῆς λόγον ἡ ἀρτηρία, καθάπερ ὅταν ἤτοι
ξηρανθῇ πως, ἢ ψυχθῇ βίαιον, ἢ οἷον σκιῤῥώδη τινὰ δέξηται
διάθεσιν. ταυτὶ μὲν οὕτω διωρίσθω. τοὺς δ’ ἐν τῇ
πρώτῃ τῶν ἡμερῶν μηδόλως ἔχοντας τὸ λελεγμένον γνώρισμα,
τῶν μὲν ἐπὶ σήψει χυμῶν ἀφοριστέον ἐστὶν, ἤτοι δ’ ἐφημέρους
νομιστέον ἢ ἑκτικούς. σπανιώτατα μὲν οὖν εὐθὺς ἐξ
ἀρχῆς συνίσταται πυρετὸς ἑκτικὸς, οὐ μὴν ἀδύνατός γε οὐδ’
ἡ τοιαύτη γένεσις αὐτοῦ, ἀλλ’ ὤφθησάν που ἡμῖν καὶ οἱ
τοιοῦτοι. τὰ μὲν οὖν ἄλλα πάντ’ αὐτῶν γνωρίσματα δι’ ἑτέρας
εἴρηται πραγματείας, ἐν ᾗ περὶ τῆς τῶν πυρετῶν διαφορᾶς
ἐσκοπούμεθα· τὰ δὲ ἀπὸ τῶν σφυγμῶν εἰρήσεται νῦν,
οὔθ’ ὁ μέγας οὔθ’ ὁ σφοδρὸς [μὴ σκληρὸς] σφυγμὸς ἅμα τοῖς
ἑκτικοῖς ποτε συνεισβάλλουσι πυρετοῖς, ἀλλ’ ὅτι περ ἂν ὑπάρχῃ
Work
Title: De Praesagitione ex Pulsibus
English: Prognosis by Pulses
Original: Περὶ προγνώσεως διὰ σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 205-430
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_075.xml [477 Kb]