De Praesagitione ex Pulsibus (Prognosis by Pulses)
Kühn 1825
μόνον εἴη θερμότερος, ἀλλὰ καὶ ξηρότερος νοσωδῶς, εὐθὺς
μὲν δήπου καὶ ἡ διεζωκυῖα μήνιγξ αὐτὴν, ἡ λεπτὴ, παραπλησίως
διακείσεται. σὺν αὐτῇ δὲ καὶ τὰ νεῦρα σύμπαντα,
καὶ ἐκεῖνα καὶ αἱ ἀρτηρίαι, σκληρότερον ἔχουσι τὸν σφυγμὸν,
ὅτι τε τείνονται τὸν χιτῶνα καὶ ξηραίνονται. δέδεικται γὰρ
ἑτέρωθι περὶ τῆς τῶν ἀρχῶν συμπαθείας. εἰ δ’ ἐκ χολώδους
χυμοῦ πλεονεξίας εἰς θερμὴν καὶ ξηρὰν ἀχθείη διάθεσιν ὁ
ἐγκέφαλος, ἔτι δὴ καὶ μᾶλλον ἡ τάσις ἐγγίνεται ταῖς ἀρτηρίαις.
οὕτω δὲ καὶ ἡ ἐξ αἵματος θερμοῦ καὶ οἷον ζέοντος
ἡ μὲν ξηρότης ἥττων, μείζων δ’ ἡ τάσις αὐταῖς τε ταῖς μήνιγξιν
ὑπάρχει καὶ τοῖς νεύροις καὶ ταῖς ἀρτηρίαις. ὁ μὲν χολώδης
χυμὸς, ὁ γοῦν ὠχρὸς, οὗ νῦν μεμνήμεθα, λεπτομερὴς
ὑπάρχων οὐχ ὁμοίως σφηνοῦται κατὰ τὰ μαλακὰ σώματα,
ὥστε οὐδ’ εἰς ὄγκον αἴρειν αὐτὰ δύναται. τὸ δ’ αἷμα τὸ θερμὸν
ἐμφράττεταί τε καὶ σφηνοῦται μᾶλλον, ὥστε καὶ τὸν
ὄγκον ἐργάζεται μείζω καὶ τὴν τάσιν ἰσχυροτέραν. καὶ τοίνυν
προσέχειν ἀκριβῶς χρὴ τῇ τῆς ἀρτηρίας συστάσει, πότερον
ὑπὸ ξηρότητος, ἢ τάσεως ὁ χιτὼν φαίνεται σκληρός·
Work
Title: De Praesagitione ex Pulsibus
English: Prognosis by Pulses
Original: Περὶ προγνώσεως διὰ σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 205-430
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_075.xml [477 Kb]