Synopsis de Pulsibus (Synopsis on Pulses)
Kühn 1825
ἀλλ’ ὁ τῆς φορᾶς ῥοῖζος οὐκ ἴσος τῶν ζώων ἀμφοτέρων.
ἐθισθῆναι δ’ οὖν σε χρὴ ταύτῃ διαγινώσκειν καὶ βραδυτῆτα
χρόνου. περὶ μὲν οὖν τούτου, καθάπερ ἔφην, ἔν τε τῷ
τρίτῳ περὶ διαγνώσεως ἐπιπλεῖστον· εἴρηται καὶ κατὰ τὰ
πρῶτα τοῦ δευτέρου· περὶ δὲ τῆς συστολῆς ἐν τῷ πρώτῳ
τελεώτατα γέγραπται, δεικνύντος μου κατὰ τοὺς ἀμυδροὺς
σφυγμοὺς ἀδιάγνωστον αὐτὴν εἶναι, καὶ μάλισθ’ ὅταν ὁ χιτὼν
τῆς ἀρτηρίας ᾖ μαλακός· ἐπὶ δὲ τῶν σφοδρῶν σφυγμῶν διαγινώσκεσθαι
κἀπὶ τῶν μέσων κατὰ σφοδρότητα καὶ μέγεθος.
περὶ δὲ μαλακότητος τῆς ἀρτηρίας οὐδὲν χρὴ προσδιορίζεσθαι
κατὰ τοὺς σφοδροὺς σφυγμούς. οὐδέποτε γὰρ ὁ αὐτὸς σφυγμὸς
ἅμα σφοδρός τέ ἐστι καὶ μαλακὸς, ἀλλ’ ἤτοι σκληρὸς ἢ
σύμμετρός τε καὶ κατὰ φύσιν ἐν τούτῳ τῷ γένει. κατὰ τοὺς
σφοδροὺς οὖν σφυγμοὺς θλίβων ἀτρέμα τὴν ἀρτηρίαν αἰσθήσῃ,
πότερον εὐθέως ἀποχωρεῖ πρὸς τὴν συστολὴν βραχυχρόνιον
ποιοῦσα τὴν ἐκτὸς ἠρεμίαν, ἢ πλέονι χρόνῳ τῆς κατὰ
φύσιν ἡσυχάζει· καὶ πότερον ἡ κίνησις αὐτῆς συστελλομένη
ὠκυτέρα τῆς κατὰ φύσιν κινήσεως ἐστὶν ἢ βραδυτέρα.
Work
Title: Synopsis de Pulsibus
English: Synopsis on Pulses
Original: Σύνοψις περὶ σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 431-533
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_076.xml [207 Kb]