Synopsis de Pulsibus (Synopsis on Pulses)
Kühn 1825
καί τισιν ἄλλαις φαίνεται καταφοραῖς, οὐκ ἔστιν ἀληθὲς
ὑπὸ ῥώμης τε καὶ δυνάμεως ἀποτελεῖσθαι τὸν μέγιστον σφυγμὸν,
καὶ τῆς χρείας ἤτοι αὐξανομένης ἢ μειουμένης γε πάντως.
εἰ μὲν γὰρ ὑπὸ δυοῖν τοῦτ’ ἐγένετο μέγας σφυγμὸς, αὐξήσεως
χρείας καὶ ῥώμης δυνάμεως, οὐδεμιᾶς ἂν ἔδει προσθεῖναι τῷ
λόγῳ· νυνὶ δὲ, ἐπειδὴ προσεπισκέπτεσθαι χρὴ τὸν χιτῶνα
τῆς ἀρτηρίας, οὐκ ἀληθὴς ὁ λόγος ἔσται λεγόμενος ἁπλῶς.
μεμνῆσθαι γάρ σε χρὴ τῶν εἰρημένων ἐν τῷ πρώτῳ τῶν ἐν
σφυγμοῖς αἰτίων, ὃ πολλάκις ἀναγινώσκειν προσήκει, τὰ θεμέλια
τῆς περὶ σφυγμῶν ἁπάσης θεωρίας ἐχόντων· ὧν χωρὶς
οὐδὲν τῶν ἄλλων δύναται συστῆναί τε καὶ γνωσθῆναι. τὰς
γὰρ ὡς ἂν εἴποι τις αἰτίας συνεκτικὰς ἢ προσεχεῖς τῶν σφυγμῶν
τῆς γενέσεως, ἐν τρισὶ τούτοις γένεσιν οὔσας ἔδειξα, τῇ
χρείᾳ δι’ ἣν αἱ ἀρτηρίαι κινοῦνται, τῇ κινούσῃ δυνάμει, τῷ
χιτῶνι. τὰ γὰρ ἄλλα πάντα, ὅσα τοὺς σφυγμοὺς ἀλλοιοῖ,
διὰ τούτων μέσων ἐργάζονται τὴν μεταβολήν. ὅταν μὲν οὖν
ὁ χιτὼν τῆς ἀρτηρίας κατὰ φύσιν ἔχῃ, κατὰ δὲ τὴν διαστολὴν
ἡσυχία τις γενομένη τὴν ἀνωμαλίαν ἐργάζηται, ῥώμη τε δυνάμεως
Work
Title: Synopsis de Pulsibus
English: Synopsis on Pulses
Original: Σύνοψις περὶ σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 431-533
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_076.xml [207 Kb]