Synopsis de Pulsibus (Synopsis on Pulses)
Kühn 1825
ὁ δὲ οὐδὲν ἔφη πρᾶγμα κατά γε τοῦθ’ ὑπάρχειν αὐτῷ· πληγεὶς
γὰρ ἐκ τοῦ πατάξαι τινὰ, κηρώτιον ἐπιτεθεικέναι σύνηθες
αὐτῷ. ἐγὼ μὲν οὖν οὐδεμίαν ἑτέραν αἰτίαν εὑρίσκων τῆς
κατὰ τὸν σφυγμὸν τάσεως, ἐκέλευον ὑπαλλάξαι τὴν θεραπείαν
τοῦ δακτύλου, καὶ χρῆσθαι τῇ πρὸς τὰ τοιαῦτα πάθη
τῶν νεύρων ἀγωγῇ. καταφρονήσας δέ μου τῆς συμβουλῆς ὁ
ἄνθρωπος ἐσπάσθη διὰ τῆς ἐπιούσης νυκτός. καὶ πλευριτικοῖς
τε καὶ φρενιτικοῖς καὶ ὅσοις αἱ φρένες φλεγμαίνουσι
σκληρὸς ὁ σφυγμὸς φαίνεται, τετάσθαι τὴν ἀρτηρίαν ἐνδεικνύμενος.
ὥσθ’ ὅταν ἀμφίβολος ᾖ τῶν παθῶν τούτων ἡ διάγνωσις
ἔτ’ ἀρχομένων, οὐ σμικρὰν ἕξεις μοῖραν ἐπὶ διάγνωσιν
αὐτῶν ἐκ τῶν τοιούτων σφυγμῶν. εἰ δὲ πρὸς ἤδη νοσοῦντα
χρονίως παραγένοιο νῦν πρῶτον εἰσαχθεὶς, ἐὰν ὁ σφυγμὸς
αὐτοῦ φαίνοιτό σοι σκληρὸς, ἐπισκέπτου σκιῤῥουμένην ἤδη
φλεγμονὴν σπληνός. ἐνδείξεται δ’ αὐτὴν καὶ ἡ χροιὰ τοῦ
προσώπου, καθάπερ γε κἂν ἧπαρ ᾖ τι τοιοῦτον πεπονθὸς,
ἴδιον γὰρ ἐφ’ ἑκατέρων τῶν σπλάγχνων γίνεται τὸ χρῶμα,
τῷ τετριμμένῳ σαφῶς ἐνδεικνύμενον, ὃ πρότερον πέπονθεν.
Work
Title: Synopsis de Pulsibus
English: Synopsis on Pulses
Original: Σύνοψις περὶ σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 431-533
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_076.xml [207 Kb]