Synopsis de Pulsibus (Synopsis on Pulses)
Kühn 1825
χρεία τῆς διαστολῆς αὐξήσῃ καὶ ῥώμη παρῇ τῇ ζωτικῇ δυνάμει,
βιαίως διαστελλομένης τῆς ἀρτηρίας, ὁ κλόνος ἀποτελεῖται.
τὰ πολλὰ δὲ ἐν ταῖς τοιαύταις διαθέσεσιν οὐκ ἔστιν εὔῤῥωστος
ἡ δύναμις· ἀλλ’ ἀγαπήσειεν ἄν τις ἐν ἰσχνῷ σώματι διὰ μῆκος
νόσου γεγονότι μετρίως ἔχειν τόνου τὴν δύναμιν. διὰ τοῦτ’
οὖν οὐδὲ κλονώδεις αὐτοῖς οἱ σφυγμοὶ γίνονται. πιοῦσι γε
μὴν οἶνον ἀκρατέστερον ἢ πλέον κλονώδεις αὐτοῖς ἐνίοτε
φαίνονται, τῆς τε δυνάμεως ῥωννυμένης καὶ τῆς πυρετώδους
θερμασίας αὐξανομένης. οὗτοι μὲν οὖν οἱ σφυγμοὶ πολλάκις
φαίνονται, σπάνιοι δὲ οἱ τὸ μὲν ὕψος φυλάττοντες ἅμα τῷ
πλάτει, τῷ μήκει δὲ βραχεῖς, σπανιώτατοι δ’ αὐτῶν οἱ καὶ
τὸ μῆκος ἅμα τῷ πλάτει συστέλλοντες. τούτων δ’ ἔτι σπανιώτερος
ὁ ὑψηλὸς ἅμα καὶ στενὸς καὶ βραχὺς, ἐν μὲν τοῖς
μακρὸν ἔχουσι τὸν σφυγμὸν, ὅθ’ ὑγίαινον, οὐδὲ γενέσθαι δυνάμενος·
ἐν δὲ τοῖς βραχὺν, ἐπὶ πλήθει συνιστάμενος, ἐῤῥωμένης
τῆς δυνάμεως. διὸ καὶ τοὐπίπαν ἀνώμαλος φαίνεται κατὰ
τὰ δύο γένη τῆς ἀνωμαλίας. ὥσπερ γάρ ἐστι σημεῖον ἐῤῥωμένης
δυνάμεως ὁ σφοδρὸς σφυγμὸς, οὕτω μετ’ ἐκεῖνον ὁ ὑψηλὸς,
Work
Title: Synopsis de Pulsibus
English: Synopsis on Pulses
Original: Σύνοψις περὶ σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 431-533
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_076.xml [207 Kb]