Synopsis de Pulsibus (Synopsis on Pulses)
Kühn 1825
ὁπόσον ἐστὶν οὔθ’ ὁποῖον αἰσθήσει διαγνῶναι δυνατὸν, ἢ
πάντως ἂν ἐπέπαυτο περὶ τοῦ κενὰς αἵματος εἶναι τὰς ἀρτηρίας
ἡ ζήτησις, εἴ γε ἦν οἷόν τε μὴ μόνον ὅτι μετὰ πνεύματος
αἷμα περιέχουσιν εἰπεῖν, ἀλλὰ καὶ ὁποῖόν τι, πότερον ὀῤῥῶδες
καὶ λεπτὸν, ἢ παχὺ καὶ γλίσχρον, ἢ μέσον τούτων, ὅπερ
ἐστὶ τὸ κατὰ φύσιν αἷμα. καί τοι τινὲς ἐπηγγείλαντο καὶ τὴν
τούτου διάγνωσιν αἰσθητὴν εἶναι, καθάπερ γε καὶ τὴν τοῦ
πνεύματος, ὁποῖόν τι κατὰ τὴν δύναμίν ἐστι περιεχόμενον ἐν
ταῖς ἀρτηρίαις. ἔνιοι δ’ ἔτι τούτων ἀλλοκώτερα γράφουσιν,
ἐπεισάγοντές τινα τοῖς εἰρημένοις σφυγμοῖς, ὃν αὐτοὶ προσαγορεύουσι
πλήρη, καὶ τούτου τοῦ γένους τρεῖς ποιοῦσι διαφορὰς,
ὀνομάζουσι δὲ τὸν μέν τινα πλήρη, τὸν δὲ κενόν·
ὁ γὰρ μέσος ἀμφοῖν οὐδὲν ἴδιον ὄνομα κέκτηται. τούτοις
οὖν εἴπερ ἐλέγχειν βούλοιο, διχῆ διαιρήσεις τὸν πρὸς αὐτοὺς
λόγον· εἰς πρῶτον μὲν τὸ σημαινόμενον ἐκ τῆς πληρότητος,
ἐφεξῆς δ’ αὐτῷ τὸ τῆς διαγνώσεως. ἐν ἑκατέρῳ γὰρ
ἐδείχθησαν οὐ μικρὰ σφαλλόμενοι· περὶ μὲν τὸ σημαινόμενον
Work
Title: Synopsis de Pulsibus
English: Synopsis on Pulses
Original: Σύνοψις περὶ σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 431-533
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_076.xml [207 Kb]