Synopsis de Pulsibus (Synopsis on Pulses)
Kühn 1825
ὡς κἀπὸ τῆς ἀναπνοῆς ἠρεμία τις γίνεται τῶν ἀναπνευστικῶν
ὀργάνων ἐν ταῖς ἐκπνοαῖς πρὸ τῶν εἰσπνοῶν. εἰ μὲν
οὖν μείζους εἶεν οἱ τῶν ἡσυχιῶν χρόνοι τοῦ κατὰ φύσιν,
ἀραιὸν ὀνομάζουσι τὸν σφυγμόν· εἰ δ’ ἐλάττους, πυκνόν.
ὡς εἷναι δύο ἀραιότητας καὶ πυκνότητας, τὴν μὲν ἑτέραν
ἐκτὸς ἐπὶ τῇ διαστολῇ πρὸ τῆς συστολῆς, τὴν δ’ ἑτέραν
ἔνδον ἐπὶ τῇ συστολῇ πρὸ τῆς διαστολῆς. ὅσοι δ’ ἂν ἑαυτοῖς
ἀναίσθητον εἶναι λέγουσι τὴν συστολὴν ἅπαντα τὸν
χρόνον τοῦτον, οἷος ἂν ᾖ μεταξὺ τῶν αἰσθητῶν κινήσεων,
παραβάλλοντες τῷ κατὰ φύσιν, εἰ μὲν ἐλάττων εἴη, πυκνὸν,
εἰ δὲ μείζων, ἀραιὸν ὀνομάζουσι τὸν σφυγμὸν, εἰ δ’ ἴσος
τῷ κατὰ φύσιν, σύμμετρον. εἴρηται δέ μοι κατὰ τὸ πρῶτον
τῆς διαγνώσεως αὐτῶν ἱκανῶς περὶ τῆς διαφωνίας ταύτης,
ὅτι τε πάντων τῶν σφυγμῶν οὐκ ἐστὶν αἰσθητή. δέδεικται
δὲ καὶ ὧν τινων ἐστὶν αἰσθητὴ καὶ ὧν τινων οὔ·
καὶ πρὸς τούτοις, ὅπως ἄν τις ἑαυτὸν ἀσκήσειεν εἰς τὴν
τῆς συστολῆς διάγνωσιν. ἀλλὰ ταῦτα μὲν ὀλίγον ὕστερον
εἰρήσεται.
Work
Title: Synopsis de Pulsibus
English: Synopsis on Pulses
Original: Σύνοψις περὶ σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 431-533
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_076.xml [207 Kb]