Synopsis de Pulsibus (Synopsis on Pulses)
Kühn 1825
σκληρότητα καὶ μαλακότητα, κατὰ μὲν τὴν ὑστάτην εἰρημένην
διαφορὰν οὐδέποτ’ ὤφθη σφυγμὸς ἀνώμαλος, ἐν δὲ ταῖς
ἄλλαις τρισὶν αἱ πλεῖσται τῶν ἐπὶ χυμοῖς σηπομένοις πυρεττόντων
ἀνωμαλίαι συνίστανται. καὶ ἡ κατὰ πυκνότητα δὲ καὶ
ἀραιότητα διαφορὰ σφυγμῶν καὶ αὕτη πάνυ πολλάκις ἐπὶ τῶν
ἀῤῥώστων ὁρᾶται. καὶ μία γ’ αὐτῶν ἰδέα μεταπίπτει ῥᾳδίως
εἰς τὸν διαλείποντα σφυγμὸν, ἐπ’ ἀμφοτέρων οὐδὲν ἧττον
τῶν ἀνωμαλιῶν, ἀτάκτων τε καὶ τεταγμένων. ἔστω γάρ τις
ἀνωμαλία τοῦ κατὰ πυκνότητα καὶ ἀραιότητα γένους, ἐπὶ
τέτταρσι πυκνοῖς ἢ συμμέτροις τὸν πέμπτον ἀραιὸν ἔχουσα·
καὶ τοῦτ’ ἐφεξῆς γιγνέσθω, φυλαττομένης ἀεὶ τῆς τάξεως,
αὐξανομένου δὲ τοῦ χρόνου τῆς ἀραιότητος. ὁ τοιοῦτος
σφυγμὸς ἄτακτος μὲν ἢ τεταγμένος ὢν, οὐ μετὰ πολλὰς περιόδους
ἐστὶ διαλείπων, οὐ πολλῷ δέ τινι διαφέρει τὸ τετάχθαι
τὴν ἀνωμαλίαν ἢ ἄτακτον εἶναι πρὸς τὸ σωθῆναι τὸν
ἄνθρωπον ἢ ἀπολέσθαι. πολλάκις γοῦν ἐθεασάμεθα μετὰ
τέσσαρας σφυγμοὺς ἤτοι πυκνοὺς ἢ μέσους ἀραιοῦ καὶ πυκνοῦ
τὸν πέμπτον ἀραιὸν γιγνόμενον, εἶτ’ ἐφεξῆς κατὰ τὴν αὐτὴν
Work
Title: Synopsis de Pulsibus
English: Synopsis on Pulses
Original: Σύνοψις περὶ σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 431-533
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_076.xml [207 Kb]