
De Crisibus (On Crises)
Kühn 1825
τοὺς παροξυσμοὺς, εἰ ἐπὶ τὸ πρωϊαίτερον, ἤ οὔ·
καὶ εἰ ἐπὶ πλείονα χρόνον, ἢ οὔ· καὶ εἰ μᾶλλον, ἢ οὔ. τὸ
μὲν γὰρ πρωϊαίτερον, ἢ οὒ, τοιόνδε τι δηλοῖ, εἰ τῆς συνήθους
ὥρας ὁ παροξυσμὸς προὔλαβεν, ἢ ὑστέρισε. τὸ δὲ ἐπὶ
πλείονα χρόνον, ἢ οὒ, πότερον πολυχρονιώτερος, ἢ βραχυχρονιώτερος
ἐγένετο. τὸ δὲ μᾶλλον, ἢ οὒ, τὰ λοιπὰ τῶν
εἰρημένων ἡμῖν ἔμπροσθεν ἐν ἑαυτῷ περιλαβὸν ἔχει. καὶ γὰρ
καὶ τὸ μέγεθος καὶ τὸ ἦθος, αὐτοῦ τε τοῦ νοσήματος καὶ
τῶν ἐπιγινομένων αὐτῷ συμπτωμάτων, ἔτι τε πρὸς τούτοις
τὸν ἀριθμὸν αὐτῶν ἐν τῷ μᾶλλόν τε καὶ ἧττον νοεῖν χρὴ
περιεχόμενον. οὕτω δὲ καὶ τῆς παρακμῆς, ὡς μέρους καὶ αὐτῆς
τοῦ σύμπαντος παροξυσμοῦ τὸ μᾶλλόν τε καὶ ἧττον, ἐκ
τῶν αὐτῶν γε τούτων σκοπῶν ἐξευρίσκειν χρή. ἐπιδόσεως μὲν
δὴ, καὶ ἀναβάσεως καὶ αὐξήσεως, ἅπαντα γὰρ ταῦτα προσαγορεύουσι
τὸν δεύτερον καιρὸν τῆς νόσου, τό τε πρωϊαίτερον
παροξύνεσθαι καὶ τὸ πλείονα χρόνον καὶ τὸ μᾶλλον, γνωρίσματα,
καθάπερ γε τῆς παρακμῆς τἀναντία τό θ’ ὑστερίζειν
τὸν παροξυσμὸν καὶ βραχυχρονιώτερον γίνεσθαι, καὶ
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]