
De Crisibus (On Crises)
Kühn 1825
τῆς ἀμαθίας ἴασις, ἡμῖν δ’ εὔπορος. τοῦτο γὰρ παροξυσμοὺς,
φησὶ, καὶ τὰς καταστάσιας δηλώσουσιν αἱ νοῦσοι
καὶ αἱ ὧραι τοῦ ἔτεος καὶ αἱ τῶν περιόδων πρὸς ἀλλήλας
ἐπιδόσιες. ὅτι μὲν δὴ καταστάσιες τῶν νοσημάτων
τὰς οἷον ἰδέας αὐτῶν ὀνομάζει, καθ’ ἃς ἐκ τοιῶνδε καὶ
τηλίκωνδε σύγκειται τῶν καθόλου καιρῶν, ἐν ἐλαχίστῳ
μάλιστ’ ἄν τις τῷδε τῷ τεκμηρίῳ καταμάθοι. προειπὼν
γὰρ ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν· εἰσὶ δὲ ἤδη τρόποι
καὶ καταστάσιες καὶ παροξυσμοὶ τουτέων ἑκάστῳ τῶν πυρετῶν,
ἐφεξῆς φησι· αὐτίκα γὰρ συνεχής ἐστιν οἷσιν ἀρχόμενος
ἀνθεῖ καὶ ἀκμάζει, μάλιστα καὶ ἀνάγει ἐπὶ τὸ
χαλεπώτερον. περὶ δὲ κρίσιν καὶ ἅμα κρίσει ἀπολεπτύνεται.
ἔστι δ’ οἷσιν ἄρχηται, μαλθακός τε καὶ ὑποβρύχιος.
ἐπαναδιδοῖ δὲ καὶ παροξύνεται καθ’ ἑκάστην ἡμέραν.
περὶ δὲ κρίσιν ἅλις ἐξέλαμψε, σαφῶς ἐνδεικνύμενος
ὡς τὴν ἐκ τῶν ὅλων τοῦ νοσήματος καιρῶν ποιὰν
σύνθεσιν ὀνομάζει κατάστασιν. ὅπως οὖν αἱ νόσοι καὶ
ὧραι τοῦ ἔτους καὶ τῶν περιόδων πρὸς ἀλλήλας ἐπιδόσεις
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]