
De Crisibus (On Crises)
Kühn 1825
καὶ οὖρα καὶ ὑποχωρήματα καὶ ἱδρῶτες καὶ δύσκριτα καὶ
εὔκριτα καὶ βραχέα καὶ μακρὰ τὰ νοσήματα ἐπιφαινόμενα
δηλοῖ. ταῦτα μὲν ἐν τοῖς ἀφορισμοῖς. ἐν δ’ αὖ τῷ πρώτῳ
τῶν ἐπιδημιῶν πεπασμοὺς τῶν ἀπιόντων εἶναί φησι πάντας
πάντοθεν ἐπικαίρους καὶ καλὰς καὶ κρισίμους ἀποστάσιας
σκοπέεσθαι. εἶτα ἐπιφέρων ἐρεῖ· πεπασμοὶ ταχύτητα κρίσιος
καὶ ἀσφάλειαν ὑγιείης σημαίνουσι. ἀλλ’ οἱ πεπασμοὶ
δήπουθεν οὗτοι πάντες ἐν τοῖς πεπαινομένοις, τοῦτ’ ἔστιν
ἐν τοῖς πεττομένοις εἰσί. τίνα οὖν ταῦτά ἐστιν; οὐκ ἄλλα
τινὰ ἢ ἅπερ ὠνόμασεν ἐπιφαινόμενα. τὰ μὲν γὰρ ἴδια τῶν
νοσημάτων αὐτῶν συμπτώματα συνεισβάλλει δήπου καὶ συνάρχεται,
τὰ δ’ ἄλλα πάντα ἐπιφαίνεται. συνεισβάλλει μὲν
οὖν τῇ πλευρίτιδι πάντως ὅ τ’ ὀξὺς πυρετὸς καὶ τὸ τῆς
πλευρᾶς ἄλγημα τὸ νυγματῶδες, ἥ τε δύσπνοια καὶ ἡ βήξ.
ἐπιφαίνεται δὲ τὰ μὲν ὡς ἴδια τοῦ νοσήματος αὐτοῦ, τὰ δ’
ὡς κοινὰ τῶν πυρεττόντων ἁπάντων. ὡς ἴδια μὲν οὖν
αὐτῆς τῆς νόσου πρῶτον μὲν ἤτοι μηδενὸς ὅλως ἀναγομένου
μετὰ τῆς βηχὸς, ὅπερ ἱκανόν ἐστιν ἀπέπτου νοσήματος
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]