De Crisibus (On Crises)
Kühn 1825
γνώρισμα· δεύτερον δὲ, εἰ ἀνάγοιτο μὲν, ἀλλ’ οὐ χρηστόν.
ἔστι δὲ καὶ τοῦτο διττόν· ἓν μὲν τὸ μὴ πεπέφθαι μόνον,
ἕτερον δὲ τὸ καὶ μοχθηρὸν εἶναι. τούτων δὲ ἁπάντων ἀφώρισται
τὸ πεπεμμένον, ὃ δὴ καὶ πτύελον ἤδη καλοῦσιν ἰδίως.
οὐ γὰρ δὴ τό γ’ αἱματῶδες καὶ τὸ χολῶδες καὶ τὸ ἀφρῶδες
οὕτως ὀνομάζομεν, ἀλλὰ ταυτὶ μὲν μᾶλλόν πως πτύσματα
προσαγορεύομεν. ὅταν δὲ μήθ’ αἵματος μήτ’ ὠχρᾶς ἢ μελαίνης
χολῆς ἐπιμιξίαν ἔχῃ, τὸ τοιοῦτον ἤδη πτύελον ὀνομάζομεν.
ὅταν οὖν τοῦτο ταχέως ἐπιφαίνηται, βραχύνει τὸ νόσημα.
τὸ δ’ ἤτοι μηδόλως ἀνάγειν ἢ ἄπεπτον εἰς πλείονα
χρόνον ἐκταθήσεσθαι δηλοῖ τὸ νόσημα. τὸ δὲ καὶ μοχθηρὸν
ἀνάγεσθαι τὸ πτύσμα κινδύνου δηλωτικόν· εἰ δὲ καὶ κοκόηθες
εἴη, θανάτου. τί μὲν οὖν ἐστι τὸ πτύελον νῦν
οὐ δέομαι λέγειν. ὅσα δὲ ἰδίως ὀνομάζεται πτύσματα, καὶ
τούτων ὅσα μὲν ὑπόξανθά τε καὶ ὑπόπυῤῥα καὶ ὕπωχρα
καὶ ὕπαφρα καὶ λεπτὰ, μόνης ἀπεψίας ὑπάρχει γνωρίσματα.
κακὸν δὲ οὐδὲν ἐπίσημον ἐνδείκνυται· τὰ δ’ ἀκράτως
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]