
De Crisibus (On Crises)
Kühn 1825
ξανθὰ καὶ πυῤῥὰ καὶ παχέα καὶ ἀφρώδη καὶ χλωρὰ καὶ γλίσχρα
καὶ στρογγύλα καὶ τούτων ἔτι μᾶλλον τὰ μέλανα μοχθηρά.
προσεπισκέπτεσθαι δὲ καὶ τὸν τῆς ἀναγωγῆς αὐτῶν τρόπον.
εἰ μὲν γὰρ εὐπετῶς ἀποπτύοιτο, πρόδηλον ὡς τὰ τοιαῦτα
μέν ἐστιν ἀγαθὰ, τὰ δ’ ἐναντία μοχθηρά. καὶ τί δεῖ πλείω
λέγειν ἡμᾶς, ἔχοντάς γε τὴν ἐκ τοῦ προγνωστικοῦ παραγράψαι
ῥῆσιν; πτύελον δὲ χρὴ ἐπὶ πᾶσι τοῖσιν ἀλγήμασι τοῖσι περὶ
τὸν πνεύμονά τε καὶ τὰς πλευρὰς ταχέως τε ἀποπτύεσθαι
καὶ εὐπετέως, συμμεμιγμένον τε φαίνεσθαι τὸ ξανθὸν ἰσχυρῶς
τῷ πτυέλῳ. δῆλος ἐνταῦθά ἐστι πτύελον ἰδίως ὀνομάζων
τὸ κατὰ φύσιν. ᾧ δὴ καὶ συμμεμίχθαι φησὶ χρῆναι
τὸ ξανθόν. τὸ δ’ ἰσχυρῶς ἔνιοι μὲν οὐδὲ γράφουσιν ὅλως.
οἱ δ’ οὖν καὶ γράφοντες οἱ μὲν ἐπὶ τὸ ξανθὸν, οἱ δὲ ἐπὶ
τὸ συμμεμιγμένον ἀναφέρουσιν, ἵν’ ἑκάτερος ᾖ τῶν λόγων
τοιόσδε. συμμεμιγμένον τὸ ἰσχυρῶς τῷ πτυέλῳ φαίνεσθαι τὸ
ξανθὸν, ἢ πάλιν τὸ ἰσχυρῶς ξανθὸν συμμεμιγμένον φαίνεσθαι
τῷ πτυέλῳ. τεχνικώτερον δ’ ἐστὶ τὸ πρότερον. ἀεὶ γὰρ
τὰς ἀνωμάλους ἁπάντων κινήσεις καὶ τῶν πολὺ διαφερόντων
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]