
De Crisibus (On Crises)
Kühn 1825
ἐπιπλοκὰς αὐτός τε ὁ Ἱπποκράτης μέμφεται καὶ ἡ πεῖρα
διδάσκει οὕτως ἔχειν. οὐ μὴν οὐδ’ ὁ λόγος ἄπορος, ἀλλ’ οὐκ
ἐν καιρῷ νῦν ἂν εἴη λεγόμενος. ὅτι δὲ τὸ ἰσχυρῶς ἐπὶ τὸ
συμμεμίχθαι τὴν ἀναφορὰν ἔχει, πρόδηλον κᾀκ τῶν ἐπιφερομένων.
εἰ γὰρ πολλῷ, φησὶν, ὕστερον μετὰ τὴν ἀρχὴν τῆς
ὀδύνης ἀποπτύοιτο ξανθὸν ἐὸν, ἢ πυῤῥὸν, ἢ πολλὴν βῆχα
παρέχον, ἢ μὴ ἰσχυρῶς συμμεμιγμένον, κάκιον γίνεται. δῆλος
γάρ ἐστιν ὁ Ἱπποκράτης ἀντιτάττων ἐνταῦθα τὰ ἐκ τοῦ
δευτέρου λόγου ξύμπαντα τοῖς ἐκ τοῦ πρώτου, τῷ μὲν ταχέως
τὸ πολλῷ ὕστερον μετὰ τὴν ἀρχὴν τῆς ὀδύνης ἀποπτύοιτο,
τῷ δ’ εὐπετέως τὸ πολλὴν βῆχα παρέχον, τῷ δὲ
συμμεμιγμένον τε φαίνεσθαι τὸ ξανθὸν ἰσχυρῶς τῷ πτυέλῳ
τό τ’ ἄμικτον ἁπλῶς καὶ μόνον ξανθὸν, τό τε μεμιγμένον μὲν
ἐξ ἀμφοῖν, τοῦ τε κατὰ φύσιν πτυέλου καὶ τοῦ ξανθοῦ χρώματος,
ἢ πυῤῥοῦ, μὴ μέντοι ἰσχυρῶς. ἀλλὰ καὶ μετὰ ταῦτα
συνάπτων ἐρεῖ σαφέστερον ἔτι τὴν αὐτὴν γνώμην ἐξηγούμενος.
τό τε γὰρ ξανθὸν ἄκρητον ἐὸν κινδυνῶδες· ἄκρητον δ’ ἐστὶ
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]