De Crisibus (On Crises)
Kühn 1825
μέγα καὶ πυκνὸν εἶναι, τὴν ὀδύνην μὴ παύεσθαι· τὸ πτύελον
μόλις ἀναβήσσειν· διψᾷν κάρτα· τὸ σῶμα ὑπὸ τοῦ πυρὸς
ἀνωμάλως ἔχεσθαι· καὶ τὴν μὲν κοιλίαν καὶ τὰς πλευρὰς
θερμὰς εἶναι ἰσχυρῶς, τὸ δὲ μέτωπον καὶ τὰς χεῖρας καὶ
τοὺς πόδας ψυχρούς. οὖρα δὲ καὶ διαχωρήματα καὶ ὕπνους
καὶ ἱδρῶτας, ὡς διαγέγραπται, ἕκαστα εἰδέναι κακὰ ἐόντα.
γέγραπται δὲ καὶ περὶ τούτων δηλονότι κατὰ τὸ προγνωστικὸν,
ὁμοίαν αὐτοῦ τὴν διδασκαλίαν ἐφ’ ἑκάστων τούτων
ποιουμένου, οἵαν περ καὶ νῦν ἐπὶ τῶν πτυσμάτων. ὡς γὰρ
ἐν τούτοις τὸ μέν τι πέψεως ἐστι σημεῖον, τὸ δ’ ἀπεψίας,
τὸ δ’ ὀλέθρου· καὶ τὸ μὲν τῆς πέψεως εὐθὺς ἐν ἀρχῇ φαινόμενον
ἐν τάχει σωθήσεσθαι τὸν ἄνθρωπον δηλοῖ, τὸ δὲ
τῆς ἀπεψίας ἐν χρόνῳ, τὸ δ’ ὀλέθριον ἀπολεῖσθαι, καὶ
τὸ μὲν μεγάλως ὀλέθριον ἐν τάχει, τὸ δ’ ἧττον ἐκείνου
χρονίως. οὕτω κᾀπὶ τῶν οὔρων αὐτῶν διώρισται καὶ τῶν
διαχωρημάτων καὶ τῶν ἄλλων ἁπάντων, ὑπὲρ ὧν ἐφεξῆς
ἡμῖν ὁ λόγος ἔσται. καὶ γὰρ τούτων ἁπάντων τὰ μὲν
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]