
De Crisibus (On Crises)
Kühn 1825
ἄλλων ὡρῶν. ὅτι μὲν οὖν ἐν οὐδενὶ τῶν τοιούτων λόγων ὁ
Ἱπποκράτης, οἷος ὅ τε προγεγραμμένος ἀφορισμός ἐστιν καὶ
ἄλλοι πολλοὶ τῶν ἐφεξῆς εἰρησομένων, ἀρχὴν ὀνομάζει τὴν
πρώτην ἐκείνην καὶ ἀμερῆ τῶν νοσημάτων εἰσβολὴν,
εὔδηλον παντί. πῶς γὰρ ἤτοι τὸ περὶ τὰς ἀρχὰς τῶν νούσων
σκεπτέον, εἰ αὐτίκα ἀνθεῖ, δύναιτ’ ἄν τις οὕτως εἰρῆσθαι νομίζειν,
ἢ τὸ, ἀρχομένων τῶν νούσων, ἤν τι δοκέῃ κινέειν,
κίνει· ἀκμαζουσῶν δὲ ἡσυχίην ἔχειν βέλτιόν ἐστι. καὶ τὸ, ἢν
οὖν ἐν ἀρχῇ τῆς νούσου τὸ πρόσωπον τοιόνδε ᾖ. τὸ γὰρ
νεκρῶδες ἐκεῖνο πρόσωπον, ἐφ’ οὗ ταῦτα λέγεται, κατὰ τὴν
ἀκριβῶς πρώτην εἰσβολὴν τῶν νοσημάτων οὐκ ἄν ποτε δύναιτο
συστῆναι. κατὰ ταὐτὰ δὲ κᾀν τῷ λέγειν· ἐν τοῖσιν
ὀξέσι πάθεσιν ὀλιγάκις καὶ ἐν ἀρχῇσι τῇσι φαρμακίῃσι χρέεσθαι,
τὴν εἰς πλάτος χρόνου προήκουσαν ἀρχὴν ἐνδείκνυται.
καὶ πολὺ δὴ μᾶλλον ἐν τῷ φάναι· κατὰ τὰς ἀρχὰς καὶ τὰ
τέλη πάντα ἀσθενέστερα, κατὰ δὲ τὰς ἀκμὰς ἰσχυρότερα.
καὶ μὲν δὴ καὶ τῶν νοσημάτων ὁκόσων ἀρχομένων ἢν χολὴ
μέλαινα ἢ ἄνω, ἢ κάτω ὑπέλθοι, θανάσιμον, ὡσαύτως
εἴρηται. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐν τῷ περὶ διαίτης ὀξέων,
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]