Digital Corpus for Graeco-Arabic Studies

Galen: De Crisibus (On Crises)

Kühn 1825

τὰ μὲν εὐθὺς ἀρχόμενα τὴν ἀκμὴν ἀπειληφέναι λέγεται, καθάπερ ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν, ἐπειδή φησιν, αὐτίκα γὰρ συνεχής ἐστιν οἷσιν ἀρχόμενος ἀνθεῖ καὶ ἀκμάζει. τὸ γὰρ ἀρχόμενον οὐκ ἐπὶ τοῦ καιροῦ τοῦ νοσήματος εἴρηται νῦν, ἢ μάχοιτ’ ἂν αὐτῷ τὸ ἀνθεῖν τε καὶ ἀκμάζειν· ἀλλ’ ἐπὶ τοῦ χρόνου δηλονότι τοῦ μετὰ τὴν ἀκριβῶς ἀρχὴν τὴν πρώτην, ἄχρι τρίτης τῆς ἡμέρας τὸ πλεῖστον ἐκτεταμένου. πάντως μὲν γὰρ ὁ πυρετὸς οὗτος ἀρχήν τινα τὴν πρώτην ἐκείνην καὶ ἀπλατῆ ποιησάμενος, ἔπειθ’ οὕτως ἀναβάσει τινὶ χρησάμενος, ἀπολαμβάνει τὴν οἰκείαν ἀκμὴν, ὁ μὲν εὐθὺς ἐν τῇ πρώτῃ τῶν ἡμερῶν, ὁ δὲ ἐν τῇ δευτέρᾳ. οὐ μὴν ἀπό γε τῆς εἰσβολῆς τοῦ πρώτου παροξυσμοῦ δύναιτ’ ἄν τις γενέσθαι πυρετὸς ἀκμάζων. ἀλλ’ ἄν τε κατὰ τὴν πρώτην ἡμέραν ἄν τε κατὰ τὴν δευτέραν ἀκμάσας ἐντεῦθεν ἄχρι τῆς παντελοῦς λύσεως ἐκταθῇ, μηδεμίαν αἰσθητὴν ἑτέραν παροξυσμοῦ λαβὼν εἰσβολὴν, οὕτως ἂν ἀπ’ ἀρχῆς εὐθὺς λέγοιτο τὴν ἰδίαν ἀκμὴν ἐσχηκέναι. καὶ τοῦτ’ ἔστι τὸ πρὸς Ἱπποκράτους λεγόμενον. αὐτίκα γὰρ συνεχής ἐστιν οἷσιν ἀρχόμενος ἀνθεῖ καὶ ἀκμάζει.

Work

Title: Galen: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Series: Claudii Galeni Opera Omnia

Volume: 9

Pages: 550-768

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_077.xml [443 Kb]