De Crisibus (On Crises)
Kühn 1825
ἐν οἷς πρῶτα καὶ κυριώτατα τὰ τῆς πέψεώς ἐστι σημεῖα,
δι’ ὧν τὴν μὲν ἤδη περιγεγραμμένην ἀρχὴν ἀκριβῶς γνωρίσαις.
ἐκ ταύτης δὲ τὴν μέλλουσαν ἀκμὴν στοχασμῷ τεχνικῷ προγνώσῃ
τῷ μετ’ ὀλίγον εἰρησομένῳ. καλῶ δὲ τεχνικὸν στοχασμὸν
ὃς ἂν ἐγγυτάτω τῆς ἀληθείας ἀφίκηται. ὥσπερ οὖν
ἀρχῆς ἀκριβὴς διάγνωσις οὐκ ἔστι πρὶν ἄρξασθαι τὴν ἀνάβασιν,
οὕτως οὐδὲ τῆς ἀναβάσεως πρὶν εἰσβαλεῖν τὴν ἀκμήν.
ἀσκητέον δὲ κᾀνταῦθα πρότερον εἰσβάλλουσαν ἀκμὴν γνωρίζειν,
ἔπειθ’ οὕτως προγινώσκειν. ἐπεὶ δὲ καὶ τούτων ἁπάντων
ἡγεμὼν Ἱπποκράτης ἐστὶ, δίκαιον ἂν εἴη κᾀνταῦθα τὰς ἐκείνου
ῥήσεις ἐξηγουμένους διαπεραίνεσθαι τὸν λόγον. ἄμεινον
δ’ ἴσως ἐστὶν πρὶν ὑπάρξασθαι τοῦτο ποιεῖν ἔτι βραχὺ περὶ
τῶν εἰρημένων προσθεῖναι. ἣν γὰρ ὡς μέρος τοῦ νοσήματος
ἐζητοῦμεν εὑρεῖν ἀρχὴν, εἴτε ἰσόχρονος ἐν ἁπάσαις ταῖς νόσοις
ἐστὶν, εἴτε καθ’ ἑκάστην αὐτῶν ἴδιος, ἐν ᾗ καὶ τὸν Θεσσαλὸν
ἔφαμεν ἐξευρηκέναι τὸ ληρῶδες ἐκεῖνο παράγγελμα,
τὸ δεῖν ἐν ἀρχῇ στέλλειν τὰ νοσήματα, κᾂν ἐκ τῆς στενῆς ᾖ
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]