
De Crisibus (On Crises)
Kühn 1825
κενότητος. Ἱπποκράτης μὲν πάντων πρῶτος ἀκριβῶς ἐδήλωσε,
οὐ μὴν μανθάνουσιν οὐδ’ αὐτὸ διὰ τὸ τάχος τῆς ἑρμηνείας.
ἀρκέσει δὲ ἔν γε τῷ παρόντι διὰ μιᾶς ῥήσεως ἐπιδεῖξαι τὴν
γνώμην αὐτοῦ, καὶ γὰρ τὰς ἄλλας ῥήσεις ἄν τις εἰ μὴ παντάπασιν
ἀταλαίπωρος εἴη, κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον
ἐξευρίσκειν δύναιτο, προχειρισάμενος δὴ τόνδε τὸν ἀφορισμόν·
πέπονα φαρμακεύειν καὶ κινέειν μὴ ὠμὰ, μηδὲ ἐν ἀρχῇσιν, ἢν
μὴ ὀργᾷ. τὸ μὲν δὴ ὀργᾷν κυρίως μὲν ἐπὶ τῶν ζώων εἴθισται
λέγεσθαι τῶν ἐπειγομένων χρῆσθαι συνουσίᾳ. μετενήνεκται
δὲ νῦν ἐπὶ τὰ κατεπείγοντα καὶ κινούμενα ταχέως
νοσήματα. καὶ μάλιστα ἐπειδὰν ἐρεθίζηταί πως ἡ τοῦ κάμνοντος
αἴσθησις, ὑπὸ τῆς τῶν ὑγρῶν τε καὶ πνευμάτων ἀτάκτου
κινήσεως. ἐπὶ γὰρ τούτων μόνων εὐλόγως ἄν τις χρήσαιτο
καταρχὰς φαρμακείαις, σύμμαχον ἔχων εἰς τὸ τῆς ὁλκῆς
εὐπετέστερον τὴν τῶν πλεοναζόντων ὑγρῶν κίνησιν, ὡς
τά γε πρὸς τῷ τελέως ὑπάρχειν ἄπεπτα, τὸ μόνιμόν τε καὶ
ἑδραῖον ἔχοντα, χαλεπῶς ὑπακούειν ταῖς ὁλκαῖς τῶν καθαιρόντων
φαρμάκων. οὕτως οὖν εἴρηται κᾀκεῖνα. ὁκόσοισι δὲ
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]