
De Crisibus (On Crises)
Kühn 1825
ἑτέρῳ δὲ τῷδε· ὅκου μὲν οὖν κάτοξυ τὸ νόσημα, αὐτίκα
καὶ τοὺς ἐσχάτους πόνους ἔχει. πῶς οὖν ἐπιγνῶμεν αὐτό;
διὰ τοῦθ’, ὅτι νῦν ἰσχυρότατόν ἐστι νόσημα καὶ τοὺς
μεγίστους ἔχει παροξυσμούς. εἰ μὲν γὰρ ἀθρόως μέλλει
μεταβάλλειν, ὅπερ δὴ κρίνεσθαι καλέσομεν ἐν τῷ παρόντι,
τὴν ἀρχὴν τῆς κρίσεως ἔσχατον ὅρον ἀναβάσεως θετέον·
εἰ δὲ κατὰ βραχὺ, τοῖς ἐν ταῖς περιόδοις παροξυσμοῖς δοκιμαστέος.
εἰ μὲν γὰρ ἐπὶ τὸ πρωϊαίτερόν τε καὶ πλείονα
χρόνον, καὶ μᾶλλον, ὡς αὐτὸς ἔλεγεν, εἴησαν γινόμενοι,
δῆλον ὡς ἐπὶ τὴν ἀκμὴν ἀνέρχεται καὶ αὐξάνεται τὸ
νόσημα. τῆς δὲ ἐπὶ τοὐναντίον μεταβολῆς αὐτοὺς ἐκδεξαμένης,
παύεται καὶ παρακμάζει. συμβαίνει δέ ποτε δύο
παροξυσμοὺς γινομένους μεγίστους μὲν τῶν ἄλλων, ἴσους
δ’ ἀλλήλοις τὸν τῆς ἀκμῆς περιγράψαι καιρόν· ἐνίοτε δ’
ἕνα καὶ τῶν ἔμπροσθεν ἁπάντων καὶ τῶν μετ’ αὐτὸν
γενέσθαι μέγιστον. εἰς τρεῖς δὲ παροξυσμοὺς ἐν μὲν τοῖς
ὀξέσι οὐ πάνυ τι προέρχεσθαι συμβαίνει τὸν τῆς ἀκμῆς
καιρόν· ἐν δὲ τοῖς χρονίοις οὐκ εἰς τοσούτους μόνον,
ἀλλὰ καὶ πολὺ πλείονας. οὕτω μὲν διαγινώσκειν χρὴ τοὺς
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]