
De Crisibus (On Crises)
Kühn 1825
ἀλλοιωτικῆς. οὐ γὰρ ἐνδέχεται τὸν νοσοῦντα, καὶ μάλιστα
ὀξέως, ῥωμαλεωτέραν ἔχειν τοῦ κατὰ φύσιν τὴν κοιλίαν, ἀλλ’
ἀγαπητὸν, εἰ μὴ πολλῷ τινι τοῦ κατὰ φύσιν ἀπολείποιτο.
τὸ μέντοι σὺν δήξει τινὶ ταχέως διεξερχόμενον ἐρεθισμῷ δηλονότι
τὸ τοιοῦτον ἔπαθεν, οὔτε δ’ ἰσχὺν οὔτε ἀῤῥωστίαν
ὅλως ἐνδείκνυται δυνάμεως. ἀλλὰ τό γε χωρὶς δήξεως, ἤ τινος
ἄλλου συμπτώματος ἐν τῷ προσήκοντι καιρῷ κενούμενον,
ἐῤῥῶσθαι τὰς τρεῖς τῆς κοιλίας ἐνδείκνυται δυνάμεις,
τὴν ἀλλοιωτικὴν, τὴν καθεκτικὴν καὶ τὴν ἀποκριτικὴν,
ὅτι δὲ τέσσαρες αἱ πᾶσι φυσικαὶ δυνάμεις ἐν ἑκάστῳ
τῶν τοῦ σώματος ἡμῶν μορίων εἰσὶν ἑτέρωθι δέδεικται.
καὶ νῦν οὐ χρὴ τῶν οὕτω τι παρεμπιπτόντων ἀπόδειξιν μαθεῖν.
ἰδίᾳ γὰρ ὑπὲρ ἑκάστου γέγραπται. λοιπὸν οὖν ὑπὲρ
τοῦ χρῆναι πρὸς λόγον τῶν εἰσιόντων εἶναι τὰ κενούμενα,
διελθεῖν ἀπολείπεται. τὸ τοίνυν μαλθακόν τε καὶ συνεστηκὸς
καὶ κατὰ τὴν τῶν ὑγιαινόντων ὥραν ἐκκρινόμενον, εἰ μὴ
διασώζοι τὴν τῶν ἐδηδεσμένων ἀναλογίαν, ἴσχεταί πού τι
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]