De Crisibus (On Crises)
Kühn 1825
διαχώρησιν, οὐδενὸς ἐδηδεσμένου τοιούτου, ψύξιν τινὰ καὶ
νέκρωσιν οὐκ ἀγεννῆ τῶν ἐντὸς ὑποδείκνυσιν, ὥσπερ εἰ καὶ
λιπαρὸν, οὐδενὸς ἐδηδεσμένου λιπαροῦ, συντήξεώς ἐστι γνώρισμα.
καὶ μὲν δὴ καὶ τὸ γλίσχρον, εἰ μὴ καὶ τοῦτο κατὰ
τὴν τοῦ σιτίου φύσιν εἴη τοιοῦτον, συντήξεώς ἐστι σημεῖον.
ἀλλὰ τὸ μὲν λιπαρὸν πιμελῆς τηκομένης γίνεται, τὸ δ’ αὖ
γλίσχρον αὐτῶν τῶν στερεῶν τοῦ ζώου μορίων, ὥστε χεῖρον
μακρῷ. καὶ μὲν δὴ καὶ τὸ λίαν δυσῶδες εἰ μὴ καὶ τοῦτ’ εἴη
κατὰ τὸ σιτίον, οὐ μικρὰν ἐνδείκνυται σῆψιν. ἁπλῶς δ’ εἰπεῖν
ἐπὶ πάντων εἰ μὴ κατὰ τὸ σιτίον ἡ ποιότης εἴη τῶν διαχωρημάτων,
οὕτως ἤδη σκοπεῖσθαι τὴν διάθεσιν, ὥστε κᾂν μὴ
λέγηταί που τοῦτο, προσυπακούειν αὐτὸ χρή. καὶ πάντα γε
τὰ ὑφ’ Ἱπποκράτους εἰρημένα διὰ τοῦ προγνωστικοῦ, ὡς εἴρηται,
δῆλον, διοριζομένων ἡμῶν ἀεὶ τὸ δι’ ἄλλο τι
καὶ οὐ διὰ τὸ νόσημα γεγονός. λοιπὸν δ’ ἂν εἴη περί τε τοῦ
τρύζοντος εἰπεῖν καὶ ἀφρώδους καὶ ποικίλου. τὸ μὲν δὴ τρύζον
ὠνόμασται μὲν ἀπὸ τοῦ γιγνομένου ψόφου κατὰ τὴν
διαχώρησιν, ἐνδείκνυται δὲ τὸ μὲν ἐκκρινόμενον αὐτὸ σὺν
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]