
De Crisibus (On Crises)
Kühn 1825
ἔπειτα δ’ ἑκάστου τὰς δυνάμεις· εἶθ’ ὡς ἄν τις μάλιστα προγινώσκοι
τοὺς καιροὺς τῶν νοσημάτων. ἡ μὲν δὴ τριττὴ φύσις
ἁπάντων τῶν σημείων ὁποία τίς ἐστιν, εἴρηται μὲν καὶ
πρόσθεν, ἀλλ’ οὐδὲν χεῖρον ἀναμνῆσαι καὶ νῦν, ὡς τὰ μὲν
πέψεώς τε καὶ ἀπεψίας ἐστὶ, τὰ δ’ ὀλέθρου καὶ σωτηρίας
ἐνδεικτικά. ταυτὶ μὲν οὖν τὰ δύο γένη· τρίτον δ’ ἐπὶ τούτοις
ἄλλο γένος ἀνακειμένων ταῖς κρίσεσι τῶν σημείων. ἀπεψίας
μὲν οὖν καὶ πέψεως γνωρίσματα διαχωρήματά τε καὶ πτύσματα
καὶ οὖρα τίθεσθαι χρή· τὰ δ’ ὀλέθρου καὶ σωτηρίας
ἐνδεικτικὰ σημεῖα τά τε σὺν αὐτοῖς ἐστιν ἐκκρινόμενα καὶ
τὰ καθ’ ὅλον τὸ σῶμα φαινόμενα· περὶ ὧν ἐπὶ πλεῖστον ἐν
τῷ προγνωστικῷ διῆλθεν ὁ Ἱπποκράτης. εἴς γε μὴν τὰς κρίσεις
συνεισφέρει μὲν τινὰ καὶ τούτων, οὐ μὴν ἀλλ’ ἴδιόν τι
γένος αὐτῶν ἐστιν ἐξαίρετον, ὃ μικρὸν ὕστερον ἅπαν εἰρήσεται.
τὰ μὲν δὴ τῆς ἀπεψίας τε καὶ πέψεως σημεῖα βεβαίαν
ἀεὶ τὴν οἰκείαν ἔχει δύναμιν, ἄν τ’ εὐθὺς ἐν τῇ πρώτῃ
τῶν ἡμερῶν ἄν τε καὶ κατὰ τὰς μετ’ αὐτὴν ἐπιφαίνηται.
τὰ μέντοι τοῦ τρόπου τῶν νοσημάτων τριχῶς διῄρηται·
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]