De Crisibus (On Crises)
Kühn 1825
εἶναι τὸ μὴ δηλῶσαι, τοιαύτης δή τινος οὔσης διαφορᾶς ἐν
τοῖς σημείοις, εἰ μὲν ἀδύνατόν ἐστι διακρῖναι πότε τὰ κρίσιμα
σημεῖα σημαίνει κρίσιν, ἢ πότε τὰ κρίνοντα συμπτώματα
κρίσιν ἀγαθὴν, ἢ κακὴν ἐπιφέρει, μάτην μὲν ἂν Ἱπποκράτης
ἔλεγε· τοῖσι μὴ κατὰ λόγον κουφίζουσι οὐ δεῖ πιστεύειν,
οὐδὲ φοβεῖσθαι λίην τὰ μοχθηρὰ γινόμενα παραλόγως·
ἡμεῖς τε μάτην ἐνεστησάμεθα πραγματεύσασθαί τι περὶ
κρίσεων. εἰ δ’ οὔτ’ ἄλλο τι τῶν πάντων, οὐδὲ ταῦτ’ εἴρηται
πρὸς Ἱπποκράτους μάτην, εἴη ἄν τι πάντως γνώρισμα πιστὸν,
ᾧ τὸ κατὰ λόγον τε καὶ παρὰ λόγον διορίζεται. τί δὲ τοῦτ’
ἔστι, ἡδέως ἂν ἤκουσα παρὰ τῶν ὑπερφρονούντων τῆς παλαιᾶς
ἰατρικῆς. ἡμεῖς μὲν γὰρ πεπείσμεθα τὸ πρὸς Ἱπποκράτους
λεγόμενον ἀληθὲς εἶναι πάντως, ὡς πεπασμοὶ ταχύτητα
κρίσεως, ἀσφαλείην ὑγιεινὴν σημαίνουσιν, ὠμὰ δὲ καὶ
ἄπεπτα καὶ εἰς κακὰς ἀποστάσιας τρεπόμενα ἀκρισίας, ἢ
πόνους ἰσχυροὺς, ἢ θανάτους, ἢ τῶν αὐτῶν ὑποστροφάς.
ὥστε καὶ τὸν τῆς ἀρχῆς καιρὸν οὐκ ἄλλῳ τινὶ κρίνομεν,
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]