De Crisibus (On Crises)
Kühn 1825
ὃν γὰρ Ἱπποκράτης εὐήθη καλεῖ, τοῦτον ἐγὼ ἁπλοῦν ὀνομάζω,
σαφηνείας ἕνεκεν φεύγων τὴν ὁμωνυμίαν, οὗτος εἰς
τὴν δευτέραν τετράδα προβήσεται. τὸ δ’ εἴτε κατὰ τὴν πέμπτην
ἡμέραν, ἢ τὴν ἕκτην, ἢ τὴν ἑβδόμην κριθήσεται, προϊόντος
τοῦ λόγου διορισθήσεται. κατὰ ταὐτὰ δὲ καὶ ὁ κακοήθης
τε καὶ ἐπὶ σημείων δεινῶν γινόμενος, καὶ γὰρ καὶ οὗτος ὅσον
ἀπολείπεται τοῦ κακοηθεστάτου καὶ μετὰ σημείων δεινοτάτων
γινομένου, τοσοῦτον καὶ τὸν θάνατον ὀψιαίτερον ποιήσει.
εἰ δέ τις ἁπλοῦς τε καὶ ἁπλουστάτους καὶ κακοήθεις τε
καὶ κακοηθεστάτους πυρετοὺς ἀγνοεῖ διαγινώσκειν, οὔτ’ εἰ
καλῶς οὔτ’ εἰ μὴ καλῶς εἶπεν ὑπὲρ αὐτῶν Ἱπποκράτης, οἶός
τ’ ἔσται ποτὲ τῇ πείρᾳ βασανίσαι. εἰ δὲ μηδὲ τὰς τῶν σημείων
εἰδείη δυνάμεις, ἀλλ’ ἁπλῶς οἴοιτο τὰ μὲν ἀγαθὰ, τὰ
δὲ κακὰ μόνον ὑπάρχειν αὐτῶν, ἔτι καὶ μᾶλλον ὡς ἐπῳδὴν
γραὸς ἀναγνώσεται τὰ πρὸς Ἱπποκράτους γεγραμμένα. τοὺς
μὲν δὴ τοιούτους τῶνδε τῶν ὑπομνημάτων ἀπαλλάττεσθαι
ἀξιῶ· τοῖς δὲ τὸ προγνωστικὸν Ἱπποκράτους ἀκριβῶς ἀνεγνωκόσιν
ἐφεξῆς διαλέξομαι. κατὰ μὲν δὴ τὴν πρώτην ἡμέραν,
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]