De Crisibus (On Crises)
Kühn 1825
ἔστι δὲ κοινὴ τῶν τοιούτων ἀρχῶν τε καὶ ἀναβάσεων ἡ διάγνωσις
τοῖς τοῦ πρώτου παροξυσμοῦ μέρεσιν. ἡ γὰρ αὐτὴ
κᾀκείνου καὶ τοῦ σύμπαντος νοσήματος ἀρχή τε καὶ ἀνάβασις
γίνεται· οὐ γὰρ δὴ κᾀκεῖνος εὐθὺς ἀπ’ ἀκμῆς ἄρχεται.
τοῦτο γὰρ οὐ μόνον οὐδεὶς οἶδεν, ἀλλ’ οὐδ’ ἐπινοῆσαι δύναται,
πυρετὸν ὀξὺν εὐθὺς ὑπὸ τὴν πρώτην εἰσβολὴν ἀκμάζοντα
συστῆναι, καθάπερ ὑπὸ κεραυνοῦ πληγέντος τοῦ ἀνθρώπου.
πῶς οὖν ἐν τῇ πρώτῃ τῶν ἡμερῶν ἀκμάζον γνωρισθήσεται
τὸ νόσημα; πῶς δ’ ἄλλως ἢ εἰ τὰ τῆς πέψεως
εὐθὺς ἔχει σημεῖα; παραπλήσιον γάρ τι συμβαίνει κατὰ τὴν
τῶν ὠμῶν χυμῶν πέψιν οἷόν τι κᾀν τοῖς φλεγμαίνουσι μορίοις
συμπίπτει. λέγει δέ που καὶ περὶ τούτων ὁ Ἱπποκράτης
ᾧδε· περὶ μὲν τὰς γενέσιας τοῦ πύου οἱ πόνοι καὶ οἱ
πυρετοὶ συμβαίνουσι μᾶλλον ἢ γενομένου. ὥσπερ οὖν οὐκ
ἐνδέχεται διαπυησάσης φλεγμονῆς ἔτ’ ἀκμαῖον πυρετὸν εἶναι,
ἢ πόνον ἀπαντῆσαι, κατὰ τὸν αὐτὸν τρόπον οὐδ’ ἂν ὑφίστηταί
τι χρηστὸν ἐν τοῖς οὔροις ἀκριβῶς. νεφέλης μέντοι γε
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]