De Crisibus (On Crises)
Kühn 1825
μόνης, ἤ τινων ἐναιωρημάτων ἀγαθῶν γινομένων, ὁ τῆς
ἀκμῆς καιρὸς οὔπω πάρεστι. καὶ πολὺ δὴ μᾶλλον, ἐπειδὰν
μηδὲν τούτων ᾖ, πλὴν εἰ μὴ πάνυ σφόδρα χολῶδες εἴη τὸ νόσημα.
ὅστις ἂν οὖν ἅπασι τοῖς εἰρημένοις πολλάκις ἐπὶ τῶν
ἀῤῥώστων ἀκριβῶς τὸν νοῦν προσέσχε, τοῦτον οὐκ ἄν ποτε
λάθοι καιρὸς οὐδείς. ἀλλ’ εἰ μὲν ὀξὺς εἴη, παρόντα τε ἂν
αὐτὸν διαγινώσκοι ἀκριβῶς, καὶ προγινώσκοι τ’ ἂν ὅσον
οὔπω γενησόμενον· εἰ δὲ χρόνιος, ἐκ πολλοῦ μὲν στοχάσαιτο
ἂν, προσιόντος δ’ ἐγγυτέρω σαφέστερον ἔτι προγινώσκοι.
καθόλου γὰρ χρὴ τοῦτο γινώσκειν, ὡς εἰ μή τι σαφὲς ὀφθείη
πέψεως γνώρισμα, τὸ ἄχρι τοῦδε σύμπαν ἀρχὴ τοῦ
νοσήματος ὑπάρχει. ὁπόσον οὖν ἔτι λείπεται τοῖς ἐνεστῶσι
εἰς τὸ σαφὲς ἐκεῖνο τῆς πέψεως γνώρισμα, παρά τε τῆς τοῦ
νοσήματος κινήσεως καὶ φύσεως, ὥρας τε καὶ χώρας καὶ ἡλικίας,
καὶ κράσεως αὐτοῦ τοῦ κάμνοντος ἐξευρήσεις. εἰ μὲν
γὰρ τό τε νόσημα χρόνιον εἴη φύσει, καθάπερ ἀμφημερινὸς εἰ
τύχοι, καὶ φαίνοιτο βραδέως ἐπὶ τοῦδε τοῦ κάμνοντος κινεῖσθαι
καὶ οἷον τύφεσθαι καὶ καταπνίγεσθαι, καὶ ἡ ὥρα
τοῦ ἔτους εἴη χειμὼν καὶ τὸ χωρίον ψυχρὸν, ἥ θ’ ἡλικία
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]